Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 16-5
Not analysed yet
προσῆλθον τοίνυν τινὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ’ αὐτοῦ περὶ πάντων τούτων. ἑστηκότας δὲ λέγει τὰς χιλίας χιλιάδας, καὶ μυρίας μυριάδας, δι’ ὧν οὐκ ἀριθμὸν εἶπε ῥητόν, ἀλλὰ τοῦ ἀριθμοῦ κρεῖττον ἐδήλωσε πλῆθος τῶν τε λειτουργούντων, καὶ τῶν παρεστηκότων. οἱ μὲν γὰρ τιμιώτεροι οὐχ εἱστήκεισαν μόνον, ἀλλὰ καὶ λειτουργεῖν ἐκελεύοντο· οἱ δὲ λοιποὶ τῇ μετὰ δέους στάσει τὴν δουλείαν ἐμήνυον. καὶ καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων δικαστηρίων, οἱ μὲν τῶν ὑπηκόων ἱστᾶσι φοβερώτερον δεικνύντες τὸ δικαστήριον, οἱ δὲ ἐξίασί τε καὶ εἰσίασι τῷ δϊκαστῇ τὰς ἀποκρίσεις κομίζοντες· οὕτως ἐν τῷ φοβερωτάτῳ δικαστηρίῳ εἶδεν ὁ δανιὴλ τὰς μὲν μυριάδας παρεστώσας, τὰς δὲ χιλίας χιλιάδας λειτουργεῖν ἐμπεπιστευμένας. προσελθὼν τοίνυν, καὶ ἐρόμενος τίς τῆς ἀποκαλύψεως ἡ ἑρμηνεία, ἔμαθεν παρά τινος τῶν ἑστώτων τὴν ἀλήθειαν.