Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 18-5
Not analysed yet
ἔφη γάρ μοι· ταῦτα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται. καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου, καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος καὶ ἕως αἰῶνος τῶν αἰώνων. προσέχειν ἀκριβῶς δεῖ, ὅτι κἀνταῦθα τέσσαρας εἶπε βασιλείας, καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας· καὶ μὴ νομίζειν τὸ ὄστρακον ἑτέραν εἶναι παρὰ τὸν σίδηρον βασιλείαν. καὶ γὰρ ἐκεῖ τὸ τέλος τῆς σιδηρᾶς βασιλείας ἀσθενέστερον, ἔφη, καὶ ἐνταῦθα ὡσαύτως τρία κέρατα ἔφη ἐκριζωθῆναι ἀπὸ τῶν δέκα, ὡς ἀσθενέστερον δηλονότι διακείμενα. αὗται τοίνυν φησὶν αἱ βασιλεῖαι διαλυθήσονται, καὶ ἡ ἀληθὴς καὶ ἀτελεύτητος βασιλεία τοῖς τοῦ ὑψίστου ἁγίοις δοθήσεται. ἐκείνην τοίνυν φησὶ ποθῶν. μηδὲν ἡγοῦ τὰς τῶν ἀνθρώπων βασιλείας τοῦ παρόντος βίου οὐκ εἰς μακρὸν δεξομένας τὸ τέλος. εἶτά φησιν·