Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17
Not analysed yet
καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρσιν ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ οὐ γὰρ ἡ χαλδαίων, φησί παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνε καὶ σοφίας ἁπάσης ἐνέπλησεν ἀλλ’ ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας καὶ ἐπιστήμης ἀξιωθέντες, κρείττους ἁπάντων ἐδείχθησαν. καὶ δανιὴλ, φησί, συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα, οὐκ ὄναρ μόνον, ἀλλὰ καὶὕπαρ καὶ ἑρμηνεύειν δὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα τὸ γὰρ συνῆκε τοῦτο παραδηλοῖ. διδασκόμεθα δὲ κἀντεῦθεν ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεός, ἀλλ’ εὐσέβειαν μόνην καὶ φιλοθείαν ζητεῖ· κἂν εὕρῃ ταύτην ἐν νέῳ πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἔστιν αὐτὸν εὑρεῖν πεποιηκότα, καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίῳ γὰρ ὄντι κομιδῇ νέῳ, καὶ ἐπεφάνη καὶ τὰς κατὰτοῦπρεσβύτου τιμωρίας προαγορεύειν ἐκέλευσεν, εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος, ἀπόδειξιν δὲ τῆςἐπανθούσης τῷ μειρακίῳ χάριτος.