Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 16
Not analysed yet
καὶ ἐγένετο ἀμελάσαρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα. καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν, ὡς δυνατὸν καὶ νηστείᾳ χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· εἶτα, ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διηγήσατο ὁ δανιὴλ ,ἀναγκαίως καὶ τοὺςκοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καί φησι