Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17-2
Not analysed yet
ἔστι γὰρ ὁ θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. τίς οὐκ ἂν εἰκότως ἐκπλαγείη τῶν μακαρίων τούτων νέων τὴν ἀνδρείαν τὴν σοφίαν, τὴν εὐσέβειαν, τὴν περὶ τοὺς νόμουςm δικαιοσύνην, τὴν περὶ πάντα σοφροσύνην; τὸ μὲν γὰρμὴ καταπλαγῆναι τὸν τοσοῦτον ἐκεῖνον τύραννον, μετὰ πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων ἀντιτεταγμένον καὶ τὴν μεγίστην ἐκείνην πυρὰν οὐ λόγοις μόνον ἀπειλουμένην, ἀλλὰ καὶ ὁρωμένην ,τὴν ἀδάμαντος στεῤῥοτέραν αὐτοῖς ἀνδρείαν μαρτυρεῖ. τὸ δὲ τοὺς θείους νόμους τῆς παρούσης προτιμῆσαι ζωῆς, ποίας δικαιοσύνης ὑπερβολὴν καταλείπει; τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει, τὸ μήτε θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις, μήτε δειλίᾳ πάλιν καταισχῦναι τὸ γένος· τὴν δὲ φρόνησιν καὶ σοφίαν ἡ τοῖς δυσσεβέσι καὶ βλασφήμοις λόγοις ἀντιτεθεῖσα εὐσέβεια. ὁ μὲν γὰρ ἔλεγε τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; οἱ δὲ ἐβόων· ἔστιν ὁ θεὸς ἡμῶν ἐν οὐρανοῖς ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. μὴ γὰρ δὴ νομίσης τὸν ἡμέτερον θεὸν τοῖς σοῖς ἐοικέναι θεοῖς. ἐκείνων γὰρ εἰκότως καταφρονεῖς, ἐξ ὕλης καὶ τέχνης ἐσχηκότων τὸ εἶναι· ὁ δὲ ἡμέτερος θεὸς οὐρανοῦ καὶ γῆς καὶ τῶν ἁπάντων δημιουργὸς δύναμιν ἔχων, ἣν δείκνυσι τὰ ὁρώμενα. τὴν γὰρ ὑπὲρ ταῦτα τοῖς τῶν θείων ἀμυήτοις οὐ ῥᾴδιον κατιδεῖν τοῦτον πρεσβεύοντες τὴν παρ ̓ αὐτοῦ βοήθειαν ἀναμένομεν. ἱκανὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χειρῶν, καὶ τῆς καμίνου τοῦ πυρὸς, ἣν σὺ κατεσκεύασας. τὰ δὲ μετὰ ταῦτα ῥηθέντα οὐδεμίαν ἀνδρείας καὶ φιλοθείας ὑπερβολὴν καταλείπει. εἰρηκότες γάρ ἔστιν ὁ θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. εὐθὺς ἐπήγαγον·