Ancient Greek · ~9 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 18-2
Not analysed yet
καὶ ἐὰν μὴ γνωστὸν ἔστω σοι, βασιλεῦ· ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν οὐ γὰρ ἐπὶ μισθῷ τῷ ἡμετέρῳ δεσπότῃ δουλεύομεν, ἀλλὰ φίλτρῳ καὶ πόθῳ νυττόμενοι πάντων ὁμοῦ τὴν τοῦ θεοῦ ἡμῶν προαιρούμεθα θεραπείαν. οὗ χάριν οὐδὲ τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως αἰτοῦμεν ἀλλὰ τοῦ δεσπότου τὴν οἰκονομίαν καὶ προμήθειαν στέργομεν καὶ τὸσυνοίσειν μέλλον οὐκ εἰδότες, τῷ κυβερνήτῃ παραχωροῦμεν ἰθύνειν, ὡς ἂν ἐθέλῃ. ὅτι μὲν γὰρ ἀπαλλάττειν ἡμᾶς τῶν ἠπειλημένων ἰσχύει κακῶν, σαφῶς ἐπιστάμεθα, εἰ δὲ καὶ βούλεται τοῦτο ποιεῖν, ἀγνοοῦμεν· σοφῷ δὲ ὄντι παραχωροῦμεν πρυτανεύοντι, καὶ δεχόμεθα –τὴν ψῆφον ταύτην ἡμῖν συμφέρειν πιστεύοντες. εἴτε οὖν ῥύεται εἴτε καὶ μή, καὶ τῆς εἰκόνος σου καὶ τῶν θεῶν σου φεύγομεν τὴν προσκύνησιν. πρὸς τοιαύτας σοι ψυχὰς ἡ παράταξις· ὃν ἂν ἐθέλῃς τρόπον ἀνταγωνίζου οὔτε καταθέλξεις τιμῶν οὔτε καταπλήξεις ἀπειλῶν· πάντων γὰρ ἡμῖν ὁ θεὸς ἐρασμιώτατός τε καὶ φοβερώτατος. τί τούτων ὑψηλότερον τῶν ῥημάτων τούτοις τὴν ἀποστολικὴν ἐκείνην ἐφαρμόσαι προσήκει φωνήν· τὸ γὰρ τί προσευξώμεθα καθ ̓ ὃ δεῖ, οὐκ οἴδαμεν. ἀλλ ̓ ὁ θηριώδης ἐκεῖνος καὶ μανικώτατος τύραννος ἔμπλεως θυμοῦ γενόμενος, ὡς καὶ δηλῶσαι τῷ προσώπῳ τὴν τῆς ψυχῆς ταραχὴν, ἐπιπλεῖστον μὲν ἐκκαυθῆναι τὴν κάμινον παρενεγγύησε. πεδηθῆναι δὲ τοὺς ἁγίους τρεῖς ἄνδρας παρεκελεύσατο, καὶ ὥστε μηδεμίαν γενέσθαι τῆς τιμωρίας ἀναβολὴν, τῆς ἐσθῆτος καὶ τῶν ὑποδημάτων ἀφαιρουμένων, σὺν αὐτοῖς τούτοις τῇ πυρᾷ παραδοθῆναι προσέταξε· τουτέστι σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιαραις καὶ περικνημῖσι. σαράβαρα δέ ἐστι περσικῶν περιβολαίων εἴδη· τιάραι δὲ τῶν κεφαλῶν τὰ καλύμματα· περικνημῖδας δὲ τὰς καλουμένας ἀναξυρίδας λέγει, ἢ τὰς σκυτίνας τὰς ἔξωθεν. οὕτω πεδηθέντες οἱ ἅγιοι ἄνδρες παρεδόθησαν τῷ πυρί· καὶ ὁ μὲν τάχους χάριν καὶ συντομίας οὕτωςαὐτοὺς κατακαυθῆναι προσέταξεν· ἡ δὲ θεία χάρις ἕτερον ἐντεῦθεν ᾠκονόμει μυστήριον. τὰ μὲν γὰρ ἐπιβληθέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ συνήθως ἡ τοῦ πυρὸς διέλυσε φύσις εὔπρηστα δὲ ὄντα λίαν τὰ περιβόλαια ἀκήρατα διεφύλαξε καὶ τοὺς μὲν τῶν ἁγίων ἀνδρῶν κατηγόρους καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους ἐκτὸς ἑστῶτας ,ἡ φλὸξ κατηνάλωσεν. αὐτοῖς δὲ τοῖς ἁγίοις προσπελάζειν οὐκ ἴσχυσεν, ἀλλὰ τοῖς ἔνδον τὰ νῶτα παρέχουσα, κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν, ὥσπερ δίκας αὐτοὺς ὑπὲρ τῶν τοῦ δεσπότου θεραπόντων εἰσπραττομένη. τοσαύτης δὲ ἔνδον οἱ τῆς εὐσεβείας κήρυκες ἀδείας καὶ θεραπείας ἀπήλαυον, ὅτι τῶν ἀνθράκων οἷόν τινων ἐπιβαίνοντες ῥόδων.