Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17-6
Not analysed yet
καὶ ἦλθε φησὶ καὶ ἐστάθη ἐχόμενα τῆς στάσεώς μου. παραυτίκα φησὶ προσταχθεὶς ἀφίκετο, καὶ πλησίον μου ἔστη. καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου ἱκανὰ ταῦτα τὸν εὐνομίου τῦφον ἐλέγξαι, ὃς αὐτὴν εἰδέναι τοῦ θεοῦ τὴν οὐσίαν ἀλαζονεύεται. εἰ γὰρ ἀγγέλων τὴν θεωρίαν, καὶ ταύτην μετρουμένην τῇ τοῦ θεωροῦντος δυνάμει, ὁ τοσοῦτος προφήτης οὐκ ἤνεγκε, τί δυσσεβέστερον ἢ βδελυττότερον τῶν αὐτὴν εἰδέναι τοῦ θεοῦ τὴν οὐσίαν σεμνυνομένων; ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. καὶ εἶπε πρός με· σύνες, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. μὴ νομίσῃς φησὶν ἐπὶ τοῦ παρόντος ταῦτα πέρας λαμβάνειν· μετὰ πολὺν γὰρ ἐτῶν ἀριθμὸν ταῦτα γενήσεται. πληρουμένου γὰρ τοῦ ὡρισμένου καιροῦ, τότε πέρας τούτων ἕκαστον λήψεται.