Ancient Greek · ~2 min
15 to 16
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 15-6-16
Not analysed yet
καὶ ἐγένετο, φησίν ἐν τῷ ἰδεῖν με, ἐγὼ δανιὴλ τὴν ὅρασιν, ἐζήτουν σύνεσιν. ταῦτα φησὶ θεασάμενος, συνεῖναι καὶ μαθεῖν ἀκριβῶς ἐβουλόμην τὰ διὰ τούτων σημαινόμενα τῶν αἰνιγμάτων. καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός. καὶ ἐδόκουν, φησίν, ἄνδρα θεωρεῖν. καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀναμέσον τοῦ οὐβάλ, καὶ ἐκάλεσε, καὶ εἶπε· γαβριήλ ,συνέτισον ἐκεῖνον τὴν ὅρασιν. ἤκουσα δὲ καὶ ἑτέρου τινὸς ἀνθρωπείᾳ χρωμένου φωνῇ, καὶ κελεύσαντος τῷ παρεστῶτι μοι, ὃν καὶ γαβριὴλ ὠνόμασεν, ἑρμηνεῦσαί μοι τῆς ἀποκαλύψεως τὰ αἰνίγματα. ἔστι δὲ ἐκ τῶν εἰρημένων τεκμήρασθαι, ὅτι ὁ κελεύσας ὁ δεσπότης ἐστί.