Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 18
Not analysed yet
εἰσῆλθε γάρ, φησί δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ ἀνανίᾳ ,καὶ τῷ ἀζαρίᾳ τῷ μισαὴλ τοῖς φίλοις αὐτοῦ ἐγνώρισε τὸ ῥῆμα. καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἀπόλωνται. δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν βαβυλῶνος . ἀληθῶς πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον. οἰ μὲν γὰρ τοῦ ψεύδους ἐργάται τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας, καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις εὐσεβείας γεγυμνωμένοις χρώμενοι πάντα καὶ λέγουσι καὶ πράττουσιν εἰς ἀπάτην ἀνθρώπων. οἰ δὲ τρόφιμοι τῆς ἀληθείας λέγειν ἢ πράττειν ἀνέχονται οὐδὲν δίχα τῆς ἄνωθεν βοηθείας. τὰ δὲ σφῶν αὐτῶν αἰτήματα τῆς πάντα ἐφορώσης προμηθείας ἐξάπτοντες ἱστᾶσιν ἀκίνητοι, μὴ κλονούμενοι, μηδὲ τῇδε κακεῖσε περιφερόμενοι, ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων λογισμῶν ἀπηλλαγμένοι. καὶ τούτου μάρτυς ὁ θεσπέσιος δανιὴλ ὀλίγον μὲν χρόνον αἰτήσας εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν, οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας, ἀλλ ̓ εἰς ἱκετείαν καὶ προσευχὴν καὶ οὐδὲ ἑαυτῷ μόνῳ θαῤῥήσας, ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβών. καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος.