Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 18-4
Not analysed yet
ταῦτα τοίνυν ποιήσας ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐκοιμήθη ἄδειπνος, καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτὸν, καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ. τούτων δὲ ἕκαστον καὶ φιλανθρωπίαν αὐτῷ καὶ δειλίαν προσμαρτυρεῖ. φιλανθρωπίας μὲν γὰρ τὸ μήτε σιτίων ἐθελῆσαι μετασχεῖν, μήτε ὕπνον τοῖς βλεφάροις πως δέξασθαι, ἀλλ’ ἄγρυπνον διατελέσαι, ἀλγοῦντα ἐπὶ τῇ ἀδίκῳ τοῦ δανιὴλ τϊμωρίᾳ· δειλίας δὲ τὸ οὕτω διακείμενον μὴ ἀντιστῆναι τοῖς κατηγόροις, καὶ τῇ βασιλικῇ ἐξουσίᾳ καὶ δυνάμει χρησάμενον σῶσαι τὸν ἀδικούμενον. οὕτω δέ φησι τὴν νύκτα διατελέσας,