Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17-5
Not analysed yet
ὁ θεὸς ᾧ λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε. εὐσεβὲς τὸ ῥῆμα, καὶ τοῖς πρώτοις ἀσύμφωνον. εἰ γὰρ τοσαύτην τῷ θεῷ προσμαρτυρεῖς δύναμιν, πῶς ἐνομοθέτησας μηδένα τούτῷ ἐν τριάκοντα ἡμέραις προσεύξασθαι; ἀλλ’ ἔοικεν ὁ δαρεῖος χρηστὸς μὲν γεγενῆσθαι, καὶ τὸν τρόπον ἐπιεικής, καὶ μᾶλλον εὐσεβείᾳ προσέχων, ψοφοδεὴς δὲ ὅμως καὶ λίαν εὐεξαπάτητος. οὐ γὰρ ἂν βασιλείαν διέπων, ἀντὶ τοῦ ἄγειν, ὑπὸ τῶν ἀρχομένων ἤγετο· φαίνεται δὲ καὶ σφόδρα θαυμάζων τὸν δανιήλ · ὁ θεὸς γάρ φησιν ᾧ λατρεύεις ἐνδελεχῶς, δι’ ὅν, φησί, καὶ τῶν ἐμῶν κατεφρόνησας νόμων. καὶ διηνεκῆ τὴν θεραπείαν αὐτῷ προσφέρεις, ἀμείψεταί σε τῆς εὐσεβείας, καὶ τῶν κατεχόντων δεινῶν ἀπαλλάξειεν. εἶτα καὶ θαρρῶν τῇ τοῦ θεοῦ δυνάμει, καὶ τὰς τῶν κατηγόρων ὑφορώμενος ἐπιβουλὰς, λίθῳ μὲν ἐμφράττει τοῦ λάκκου τὸ στόμα, τοῖς δὲ τοῦ δακτυλίου ἐκτυπώμασιν ἐπιτίθησι σήμαντρα, ἵνα μή τις ὑπ’ ἐκείνων περὶ τὸν δανιὴλ γένηται κακουργία· ἐθάρρει γὰρ ὡς τοὺς λέοντας οὐκ ἐάσει τοῦ δανιὴλ ὁ θεὸς τὸ ἱερὸν αὐτοῦ καὶ ἅγιον λυμήνασθαι σῶμα.