Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 18-7
Not analysed yet
ἐπιστρέψει τὸ πρόσωπον αὑτοῦ εἰς τὰς νήσους, καὶ συλλήψεται πολλάς, καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὑτοῦ· πλὴν ὁ ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ. πολλὰς γὰρ τῶν νήσων ὑφ’ ἑαυτὸν ποιησάμενος, καὶ τοὺς ἐκείνων ἐθνάρχας τοῦ ἄρχειν παύσας, καταγελάστους ἐποίησεν. ἀλλὰ τούτου φησὶ τοῦ ὀνειδισμοῦ καὶ αὐτὸς ἀπολαύσει. ῥωμαῖοι γὰρ ἐν θερμοπύλαις αὐτὸν καταγωνισάμενοι, καὶ τῆς πολλῆς αὐτὸν θρασύτητος παύσαντες, δασμὸν αὐτῷ χιλίων ταλάντων ἐπέθεσαν, καὶ τοῦτον φέρειν καθ’ ἕκαστον ἐνιαυτὸν κατηνάγκασαν, καὶ τὸν υἱὸν δὲ αὐτοῦ ἀντίοχον τὸν ἐπικληθέντα ἐπιφανῆ ὅμηρα λαβόντες ἐν τῇ ῥώμῃ ἐφρούρουν. καὶ τοῦτο ἡμᾶς ἡ πρώτη τῶν μακκαβαίων διδάσκει· εἰρηκὼς γὰρ ὁ συγγραφεὺς περὶ τῶν τὴν ἀλεξάνδρου δεξαμένων βασιλείαν, ἐπήγαγε· καὶ ἐξῆλθεν ἀπ’ αὐτῶν ῥίζα ἁμαρτωλός, ἀντίοχος ἐπιφανής, υἱὸς ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν ῥώμῃ . τοῦτο προσημαίνων τῷ δανιὴλ ὁ προσδιαλεγόμενος αὐτῷ ἔφη· πλὴν ὁ ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ. τούτοις ἐπάγει·