Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17-9
Not analysed yet
καὶ τάξει τὸ πρόσωπον αὑτοῦ φησιν εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ. ἐπιχειρήσει γὰρ ἅπασαν τοῦ βασιλέως τοῦ νότου σφετερίσασθαι τὴν βασιλείαν. καὶ εὐθεῖά φησιν πάντα τὰ μετ’ αὐτοῦ ποιήσει. ἀποδώσει γὰρ αὐτῷ πάντα ὅσα ἥρπασεν. καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ, καὶ οὐκ αὐτῷ ἔσται. ὅπερ ἄνω ἀσαφῶς εἴρηκεν, τοῦτο ἐνταῦθα σαφῶς· δώσει μὲν γὰρ αὐτῷ φησι γυναῖκα τὴν ἑαυτοῦ θυγατέρα, οὐκ εἰς μακρὰν δὲ αὔτη ἀποδοθήσεται τῷ δεδωκότι, καὶ τὸ συνοικέσιον διαλυθήσεται. οὕτω δέ φησι διαθεὶς τὴν αἴγυπτον,