Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 19
Not analysed yet
τότε δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ, ἀπηνεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν. ἔδει γὰρ δειχθῆναι τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τότε ἀναφανῆναι τὴν ἐμπνέουσαν χάριν. ἀπεκρίθη τοίνυν ὁ βασιλεὺς καὶ εἶπε· βαλτάσαρ, τὸ ἐνύπνιον τοῦτο καὶ ἡ σύγκρισις αὐτοῦ μὴ κατασπευσάτω σε. εἶδε γὰρ αὐτὸν θορυβούμενον, καὶ ἀναγκαίως ψυχαγωγεῖ, μαθεῖν ἐφιέμενος ὅπερ ἀγνοεῖ· λέγει τοίνυν αὐτῷ· μὴ σφόδρα ἐπείγου, ἀλλὰ κατὰ σχολὴν τὰ μηνυόμενα διὰ τοῦ ἐνυπνίου εὑρὼν ταῦτά μοι δῆλα κατάστησον. ἀπεκρίθη τοίνυν ὁ βαλτάσαρ, καὶ εἶπε· κύριέ μου βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε, καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου. σφόδρα σοφῶς καὶ συνετῶς ἀπεύχεται μὲν αὐτῷ τὰ λυπηρὰ τοῦ προοιμίου ἀρξάμενος, σημαίνει δὲ ὅμως τὴν ἀλήθειαν.