Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 18-3
Not analysed yet
τοῦτο τὸ ἐνύπνιον εἶδον ἐγὼ ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ σύ, βαλτάσαρ, τὸ σύγκριμα εἰπὲ κατέναντι ἀντὶ τοῦ, ἀληθῶς καὶ ἀκριβῶς· ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι, σὺ δὲ δύνασαι. καὶ τὴν αἰτίαν δεικνύς, ὅτι φησὶ πνεῦμα θεοῦ ἅγιον ἐν σοί. οἱ μὲν γὰρ ἀνθρωπίνοις κέχρηνται λογισμοῖς, σὺ δὲ παρὰ θεοῦ μανθάνεις τὰ κεκρυμμένα.