Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 20-4
Not analysed yet
καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ, καὶ τοῦ τετάρτου· τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία, καὶ τὸ κέρας ἐκεῖνο ᾧ οἱ ὀφθαλμοὶ αὐτοῦ, καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ ἄνω μὲν σμικρὸν ἔφη τὸ κέρας, ἐνταῦθα δὲ τὴν ὅρασιν αὐτοῦ μείζονα τῶν λοιπῶν· προσήκει δὲ προσέχειν τοῖς λεγομένοις ἀκριβῶς. ὅτε μὲν γὰρ φυόμενον εἶδε τὸ κέρας, μικρὸν αὐτὸ προσηγόρευσεν, ὡς καὶ ἀπὸ σμικροῦ ἔθνους ὁρμώμενον τοῦ ἰουδαίων, καὶ ἀφανῆ τέως τὴν βασιλείαν ἔχον· μετὰ δὲ τὸ ἐκριζῶσαι τρία κέρατα τῶν πρὸ αὐτοῦ, εἰκότως τὴν ὅρασιν αὐτοῦ μείζω τῶν λοιπῶν ἀποκαλεῖ. ἐπιφέρει τοίνυν ἔτι πυνθανόμενος,