Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 19-3
Not analysed yet
ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, καὶ φοβερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ· ἤσθιεν, καὶ ἐλέπτυνεν, καὶ τὰ λοιπὰ τοῖς ποσὶν αὐτοῦ κατεπάτει. ἐπισημήνασθαι δεῖ, ὅτι τοὺς μὲν ὀδόντας σιδηροῦς λέγει, τοὺς δὲ ὄνυχας χαλκοῦς. ἡ μὲν γὰρ ῥωμαίων βασιλεία τὸν παρὰ πάντων δέχεται φόρον, διὸ τοὺς ὀδόντας ἔφη σιδηροῦς. ἐπειδὴ δὲ καὶ ἐκ τῆς μακεδονικῆς βασιλείας πολλοὶ εἰς τὴν ὁπλιτικὴν τελοῦσι στρατείαν, ὅπερ δέ εἰσι θηρίῳ ὄνυχες, τοῦτο βασιλεῖ στρατιῶται, εἰκότως ἔφη τοὺς ὄνυχας χαλκοῦς, ἐπειδὴ καὶ τὴν τρίτην βασιλείαν χαλκῆν προσηγόρευσεν. ἐπυνθανόμην γὰρ φησὶ