Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 20-5
Not analysed yet
οὕτος ὁ κριὸς, ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς μήδων καὶ περσῶν. ἐπειδὴ γὰρ εὐθὺς τὴν χαλδαϊκὴν, εἴτ’ οὖν ἀσσυρίων, βασιλείαν δαρεῖος ὁ μῆδος παρέλαβε, καὶ τότε κῦρος ὁ πέρσης μετατέθεικεν εἰς πέρσας τὴν βασιλείαν, ὃς καὶ μῆδος ἦν καὶ πέρσης διὰ τὴν τῶν γενῶν ἐπιμιξίαν· ἀναγκαίως περσῶν τοὺς μήδους προτέθεικε, καί φησιν, ὅτι ὁ κριὸς βασιλεύς ἐστι μήδων καὶ περσῶν. ἄμφω γὰρ καὶ ὁ τελευταῖος δαρεῖος ὁ ἀρσάμου προσαγορευόμενος, ὃν ὁ μακεδὼν ἀλέξανδρος κατέλυσε, διεῖπε τὰς βασιλείας.