Ancient Greek · ~3 min
21 to 23
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 21-6-23
Not analysed yet
καὶ ὁ τράγος φησὶ τῶν αἰγῶν βασιλεὺς ἑλλήνων· καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος. λέγει δὲ τὸν ἀλέξανδρον. καὶ ὅτι συνετρίβη, καὶ ἔστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ, τέσσαρες βασιλεῖς ἀναστήσονται ἀπὸ τοῦ ἔθνους αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ. μετὰ γὰρ φησὶ τὴν ἐκείνου τελευτήν, ἡ ἐκείνου βασιλεία εἰς τέσσαρας διαιρεθήσεται βασιλείας· ἀλλὰ καὶ τέτταρες ὄντες οἱ βασιλεύοντες οὐ δυνήσονται κατορθοῦν; ἃ ἐκεῖνος κατώρθου, ἐλάττους δὲ πολλῷ τῆς ἐκείνου ῥώμης ὀφθήσονται. καὶ ἐπ’ ἐσχάτου δὲ φησὶ τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν. ὅταν φησὶν εἰς ἄκρον ἀσεβείας ἐλάσωσι, καὶ πέρα τῶν μέτρων τῆς ἐμῆς μακροθυμίας παρανομήσωσιν