Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 20-6
Not analysed yet
καὶ ἀσθενήσει, καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται. καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης, αὐτοῦ φυτὸν βασιλείας, καὶ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων. ἀντίοχον λέγει τὸν ἐπιφανῆ, ὃς ἀποδρὰς ἀπὸ τῆς ῥώμης σέλευκον τὸν ἀδελφὸν αὐτοῦ διεδέξατο. ἀντίοχον γὰρ τὸν μέγαν σέλευκος ὁ καλούμενος φιλοπάτωρ διεδέξατο, υἱὸς αὐτοῦ ὤν· τοῦ δὲ σελεύκου τελευτήσαντος, ἀντίοχος ὁ ἐπιφανὴς παραλαμβάνει τὴν βασιλείαν. περὶ τούτου φησίν· ἀναστήσεται γὰρ ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας, καὶ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων· τουτέστι,# τὴν τοῦ πατρὸς δυναστείαν μιμούμενος, καὶ ἱκανὸς ὢν τὴν ἑτοιμασθεῖσαν ὑπ’ ἐκείνου κατασχεῖν βασιλείαν. τοῦτο γὰρ παραδηλῶν ἐπήγαγε· καὶ πράσσων δόξαν βασιλείας. ἀντὶ τοῦ ὑπεράγαν τῷ δραστηρίῳ χρώμενος. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσονται, καὶ οὐκ ἐν προσώποις, οὐδὲ ἐν πολέμοις. ἱκανὸς γάρ φησιν ἔσται καὶ μόνῃ τῇ φήμῃ ἀμαχητὶ καὶ ἀναιμωτὶ καταπλῆξαι πάντας, καὶ ἑαυτῷ ὑποτάξαι.