Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 21-9
Not analysed yet
καὶ στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ. τοσαύτῃ δέ φησι χρήσεται δυναστείᾳ, ὡς καὶ ἄνευ συμπλοκῆς κρατῆσαι τῆς πατρόθεν εἰς αὐτὸν παραπεμφθείσης βασιλείας. ἐξουδενώθη, καὶ οὐκ ἐδόθη ἐπ’ αὐτὸν δόξα βασιλείας. καὶ μήν φησιν οὐκ ἦν ἐπίδοξος βασιλεὺς ὢν, ἀλλ’ εὐτελής τις ἐδόκει ἐν τῇ ῥώμῃ φρουρούμενος. καὶ ἐπανήξει ἐπ’ εὐθηνίᾳ, καὶ κατισχύσει βασιλείας ἐν ὀλισθήμασι. ἀλλ’ ὅμως φησὶ καὶ λίαν ὢν ἐξουθενημένος, μετὰ πολλῆς ἥξει περιουσίας καὶ πλείστης δυνάμεως, καὶ κρατήσει τῆς βασιλείας δόλῳ συνεργῷ, καὶ ἐξαπάτῃ μᾶλλον χρώμενος. τοῦτο δὲ καὶ ἐν τῇ δευτέρᾳ ὀπτασίᾳ ὁ μακάριος ἐθεάσατο δανιὴλ καὶ ἤκουσε τοῦ ἁγίου γαβριὴλ λέγοντος· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται· καὶ ἐνταῦθα ὡσαύτως καὶ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν στήσεται. καὶ ἐνταῦθα ὡσαύτως· κατισχύσει γάρ φησὶ βασιλείας ἐν ὀλισθήμασι.