Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 21-2
Not analysed yet
ἕως οὗ ἔγνω, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δίδωσιν αὐτήν. ἀλλ’ ἐκεῖνος μὲν τῇ πείρᾳ τὸ δέον μεμάθηκε, καὶ δι’ αὐτῶν ἐδιδάχθη τῶν πραγμάτων, ὡς τῶν μὲν ἀνθρωπίνων βέβαιον οὐδέν, ὁ δὲ τῶν ἁπάντων θεὸς, αἰώνιον ἔχων τὸ κράτος, ὡς θέλει κυβερνᾶ τὰ ἀνθρώπινα, καὶ οἷς ἂν θελήσῃ τῆς βασιλείας ὀρέγει τὴν δωρεάν.