Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 20-2
Not analysed yet
καὶ ὅτε ὑψώθη ἡ βασιλεία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ. ὥσπερ γάρ φησιν αὐτὸς οὓς ἐβούλετο ὕψου, καὶ οὓς ἐβούλετο ἐταπείνου ,οὐ ψήφῳ πάντως δικαίᾳ τοῦτο ποιῶν· οὕτως ὁ τῶν ἁπάντων βασιλεὺς καὶ δεσπότης ἔδωκε μὲν ὡς ἠθέλησε, τῷ πατρί σου τὴν βασιλείαν, θεασάμενος δὲ αὐτὸν ἀμέτρῳ φρονήματι κεχρημένον, ἀλαζονικῶς τε καὶ τετυφωμένως τὴν βασιλείαν ἰθύνοντα, καὶ τῆς ὑπερηφανίας τὴν νόσον δεξάμενον, καὶ τῶν βασιλικῶν αὐτὸν ἐστέρησε θρόνων, καὶ τὴν παρὰ πάντων αὐτῷ προσφερομένην τιμὴν ἀφείλετο. οὐ μόνης δὲ αὐτὸν τῆς βασιλείας ἐγύμνωσεν, ἀλλὰ καὶ τῶν κοινῶν συλλόγων ἐξήλασε, καὶ φρενοβλαβείᾳ καὶ λύττῃ παραδοὺς ὄνοις ἀγρίοις καὶ θηρίοις συνδιάγειν παρεσκεύασεν. ὧν γὰρ τὸ ἄγριον ἐμιμήσατο, τούτων τὸν βίον ἐδέξατο. ἀναμιμνήσκει δὲ αὐτόν, ὅτι καὶ πόαν ἤσθιε δίκην βοῶν, καὶ γυμνὸς περινοστῶν, καὶ ὑπαίθριος ταλαιπωρῶν, τὴν μὲν προτέραν τοῦ σώματος ἀπέβαλε χρόαν, ἑτέραν δὲ εἰσεδέξατο, ἣν ὁ κρυμός τε καὶ ὁ φλογμὸς ἀπειργάσατο. καὶ ταῦτα πάντα, φησίν, ὑπέμεινεν