Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 21-3
Not analysed yet
καὶ ἦλθεν ἐπὶ τὸν λάκκον τῶν λεόντων καὶ ἐν τῷ ἐγγίζειν αὐτὸν τῷ λάκκῳ, τουτέστι, μηδέπω παρ’ αὐτὸν γενόμενος, τῷ δανιὴλ ἐν φωνῇ ἰσχυρᾷ ἐβόησε καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε τῷ δανιήλ μηδέπω γὰρ αὐτὸν τὸν λάκκον γενόμενος, ὑπὸ θερμῆς διαθέσεως βοᾷν ἠναγκάζετο, καὶ τὸν δανιὴλ καλεῖν, καὶ πυνθάνεσθαι, εἰ τῆς θείας ἀπολαύσας ῥοπῆς, κρείττων ἐφάνη τῆς τῶν λεόντων ὠμότητος.