Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 21-4
Not analysed yet
δανιὴλ γάρ φησιν ὁ δοῦλος τοῦ θεοῦ τοῦ ζῶντος, ὁ θεός σου, ᾧ λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήθη ἐξελέσθαί σε ἀπὸ στόματος τῶν λεόντων; ἕκαστον δὲ τῶν εἰρημένων εὐλαβῆ δείκνυσι τὸν βασιλέα, καὶ διὰ τὴν εὐσέβειαν χαίροντα τῷ δανιήλ. πρῶτον μὲν γὰρ δοῦλον αὐτὸν οὐχ ἑαυτοῦ, ἀλλὰ τοῦ θεοῦ προσαγορεύει· εἶτα ζῶντα τὸν τοῦ δανιὴλ ὀνομάζει θεόν· ἔπειτα τὴν εὐσέβειαν ἐπαινῶν, ᾧ σύ φησι λατρεύεις ἐνδελεχῶς, τουτέστιν ὁ μηδὲ διὰ τὴν τοῦ νόμου ἀνάγκην ταύτης κωλυθεὶς τῆς θεραπείας. τὸ δὲ, εἰ ἠδυνήθη ἐξελέσθαί σε ἀπὸ στόματος τῶν λεόντων; σημαίνει· εἰ ἠβουλήθη κρείττονά σε τῶν λεόντων ἀποφῆναι; οὐ γὰρ ἂν ἐκάλεσεν ἀδύνατον τὸν θεόν, ὃν ζῶντα προσηγόρευσε. τούτων ἀκούσας δανιὴλ ἀπεκρίνατο λέγων·