Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 22-5
Not analysed yet
ἕως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἡμερῶν, καὶ τὸ κρῖμα ἔδωκεν ἁγίοις ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι ἱκέτευσά φησι μαθεῖν, τίνα τὸ κέρας ἐκεῖνο αἰνίττεται, τύφῳ μὲν χρώμενον, ἀλαζονικοὺς δὲ λόγους προσφέρον, ταπεινοῦν δὲ τὴν τῶν ἁγίων συμμορίαν ἕως ἂν ὁ παλαιὸς τῶν ἡμερῶν τῇ μὲν δικαίᾳ χρήσηται ψήφῳ, ἀποδῷ δὲ καὶ τοῖς ἁγίοις τὴν βασιλείαν, καὶ τὸ ἐκείνου καταλύσῃ κράτος.