Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 23-4
Not analysed yet
καὶ εἶπέ μοι φησὶν οὕτως· τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμπατήσει αὐτήν, καὶ κατακόψει αὐτήν. ταῦτα δὲ οἱ μὲν πάλαι δι’ αἰνιγμάτων ἐμάνθανον· ἡμεῖς δὲ τῇ πείρᾳ μεμαθήκαμεν· ὁρῶμεν γὰρ τῆς προρρήσεως τὴν ἔκβασιν, τῶν εἰσφορῶν τὴν εἴσπραξιν, τὴν κρατοῦσαν τῶν πλειόνων πενίαν, καὶ τὰ ἄλλα καθ’ ἑκάστην ἡμέραν ὁρῶμεν γινόμενα.