Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 23
Not analysed yet
διό σοι ὁ θεὸς τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι, καὶ νῦν ἐγνώρισάς μοι, ἃ ἠξιώσαμεν παρὰ σοῦ, ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι τοῦ γνωρίσαιτῷ βασιλει. τοιαῦται τῶν εὐσεβῶν αἰ ψυχαί, καὶ ἐν ταῖς χρείαις τὸν θεὸν ἐπιστάμεναι χορηγὸν καὶ τοῖς αὐτοῦ λιμέσιπροστρέχουσαι καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγίαν οὐκ ἀνεχόμεναι λήθῃ παραδιδόναι τῶν δωρεῶν τὴν μνήμην, ἀλλ ̓ ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην θεόν. ἄξιον δὲ ἐπισημήνασθαι τοῦ θείου τούτου ἀνδρὸς καὶ τὸ μέτριον φρόνημα. καὶ γὰρ καὶ τὴν αἵτησιν ποιούμενος κοινωνοὺς ἔλαβε τοὺς ὁμοτρόπους τῆς προσευχῆς καὶ τὸν ὕμνονὑφαίνων, ὑπὲρ ὧν ἔλαβε, πάλιν αὐτῶν ἐμνημόνευσεν. οὐ γὰρ εἶπεν ἐγνώρισάς μοι ἃ ἠξίωσά σε, ἀλλ ̓ ἃ ἠξιώσαμεν παρὰ σοῦ. οὕτω τὸν θεῖον συμπεράνας ὕμνον.