Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24
Not analysed yet
καὶ εὐθύς, φησίν, ἦλθε δανιὴλ πρὸς ἀριὼχ ,ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς βαβυλῶνος, καὶ εἶπεν αὐτῷ· τοὺς σοφοὺς βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως καὶ τὴν σύγκρησιν τοῦ ὁράματος ἀναγγελῶ τῷ βασιλεῖ . πρέπων καὶ οὗτος τῷ προφήτῃ ὁ ἔλεος. οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν φίλων τῆς ἀδίκου σφαγῆς ἀπαλλαγῆναι, τῆς ἀδίκου ,ἀλλὰ καὶ τοῖς χαλδαίοις πραγματεύεται σωτηρίαν ἐλπίζων διὰ τοῦδε τοῦ θαύματος καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλλάξειν καὶτῷ τῶν ὅλων προσάξειν Θεῷ.