Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 23-2
Not analysed yet
ἀλλ’ ἐπὶ τὸν κύριον τοῦ οὐρανοῦ ὑψώθης. καλῶς διδάσκει τοὺς παρόντας, μὴ προσκυνεῖν τὰ ὁρώμενα, ἀλλὰ τὸν τούτων δημιουργὸν καὶ δεσπότην· καὶ κατὰ ταὐτὸν καὶ τοῦ βασιλέως διελέγχει τὸν τύφον, καὶ διδάσκει, ὡς ὁ μέγιστος οὐρανὸς δημιουργὸν ἔχει τὸν ἀόρατον θεόν. σὺ δέ φησιν ὑψηλοτέραν ἀπέφηνας τὴν καρδίαν σου, οὐ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ, τοῦ κυρίου πάσης κτίσεως. οὐ γὰρ ἂν εἰ μὴ τοσοῦτον τύφον ἐνόσησας, τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἐνεχθῆναι προσέταξας. καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου, καὶ αἱ παράκοιτοί σου, καὶ αἱ παλλακαί σου ἐπίνετε οἶνον ἐν αὐτοῖς· τουτέστιν, εἰς οἰνοφλυγίαν καὶ μέθην ἀπεχρήσω τοῖς τῷ θεῷ ἀνακειμένοις σκεύεσιν. εἶτα τὴν τῆς ἀσεβείας ὑπερβολὴν τραγῳδῶν, καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους ᾔνεσας. καὶ ἐπιμένων τῇ κωμῳδὶᾳ· οἳ οὐ βλέπουσι, καὶ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσι. καὶ μὴν ἠδύνασαι συνιδεῖν τὸ ἐκείνων ἀδρανές, ἔκ τῆς ὕλης, καὶ ἐκ τῆς ἐπικειμένης αὐτῂ τέχνης, καὶ πρὸς τούτοις ἐκ τῆς τῶν μορίων ἀναισθησίας· γνώσεως γὰρ καὶ ὄψεως καὶ ἀκοῆς ἐστέρηνται, καὶ τῶν αἰσθήσεων οὐδὲ τὴν μίαν ἐνέργειαν ἔσχον, ἀλλὰ μόνα γυμνὰ τὰ ἰνδάλματα. σὲ δὲ οὐδὲ τοῦτο ἔπεισε συνιδεῖν τὸ δέον, ἀλλὰ τοὺς μὲν ὠφελεῖν μὴ δυναμένους αἰνῶν διατελεῖς. τὸν δὲ θεόν, οὗ ἡ πνοή σου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. καλῶς δὲ καὶ μάλα σοφῶς ἐκ παραλλήλου τεθεικὼς τά τε εἴδωλα καὶ τὸν τῶν ἁπάντων θεόν, διὰ τὴν τῶν ἀκουόντων ὠφέλειαν, καὶ δείξας ἐκεῖνα μήτε βλέποντα μήτε ἀκούοντα, οὐκ ἐπήγαγε περὶ τοῦ τῶν ὅλων θεοῦ, ὅτι βλέπει, καὶ ἀκούει, καὶ γινώσκει, ἀλλὰ τὸ μεῖζον ἁπάντων τέθεικεν, ὅτι ἡ ζωή σου καὶ αἱ ὁδοί σου ἐν τῇ χειρὶ αὐτοῦ· μεῖζον γάρ ἐστι τοῦ ζῆν τὸ καὶ τοῖς ἄλλοις παρέχειν ζωήν, καὶ ἀφαιρεῖσθαι πάλιν αὐτήν, ὅταν θέλῃ. ἔδειξε τοίνυν, ὅτι τὰ μὲν εἴδωλα καὶ ζωῆς καὶ αἰσθήσεως ἁπάσης ἐστέρηνται· ὁ δὲ τῶν ὅλων δεσπότης θεὸς πάσης τῆς ζωῆς ἐστι χορηγός, καὶ ταύτην δίδωσί τε καὶ λαμβάνει, κυβερνῶν ὡς θέλει. ἀλλ’ ὅμως, φησί, τοῦτον τὸν τοιοῦτον, τὸν τοσοῦτον, τὸν τῆς ζωῆς καὶ τελευτῆς ἐξουσίαν ἔχοντα, τὸν βασιλέας χειροτονοῦντα καὶ καταλύοντα, τοῦτον οὐχ ὑμνήσας μόνον, μᾶλλον δὲ καὶ ἐμπαροινῶν διατελεῖς, τοῖς ἀφορισθεῖσιν αὐτῷ σκεύεσιν ἐντρυφῶν.