Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24-4
Not analysed yet
διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρός, καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν. καὶ οὐκ εἶπεν, αὐτὸς γέγραφεν, ἀλλ’ ἀπεστάλη ἐκ προσώπου αὐτοῦ ἀστράγαλος χειρός· τουτέστι, γραφῆναι προσέταξε, καὶ οὐδὲ ὅλον ἔδειξέ σοι τὸν γράψαντα, ἀλλ’ ἐξελέγξαι σου τὸν τύφον ἐθελήσας, μόνοις σε δακτύλοις κατέπληξε καὶ τοσούτου δέους ἐνέπλησε. μάθε δέ φησι καὶ αὐτὴν τὴν γραφήν, καὶ τὴν τῆς γραφῆς ἑρμηνείαν.