Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24-3
Not analysed yet
καὶ ὅτι εἶδεν, φησὶν ὁ βασιλεὺς εἲρ καὶ ἅγιον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· ἐκτίλατε τὸ δένδρον, καὶ διαφθείρατε αὐτό· πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ’ αὐτόν. καὶ τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ. καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον, ἀναγκαίως ἐπήγαγε· καὶ σύγκριμα ὑψίστου ἐστὶν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα. ἐντεῦθεν ἔστιν ἀκριβῶς καταμαθεῖν τῆς ἀποστολικῆς διδασκαλίας τὸ χρήσιμον. πᾶσα γάρ φησι ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποταττέσθω. καὶ γὰρ καὶ ὁ μακάριος δανιὴλ κύριον αὐτὸν τὸν δυσσεβῆ βασιλέα καλεῖ, καὶ τῷ νόμῳ τῆς ἐξουσίας πειθόμενος, ταῖς πρεπούσαις προσηγορίαις κέχρηται, καὶ λυπηρὰν οὖσαν τοῦ ἐνυπνίου τὴν ἀλήθειαν ὑποδείκνυσιν.