Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 25-2
Not analysed yet
ἐκδιώξουσι γάρ σε, φησὶν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμά σου βαφήσεται, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί. ἑπτὰ δὲ καιροὺς οἱ μὲν ἔφασαν ἑπτὰ ἔτη, οἱ δὲ τρία καὶ ἥμισυ. οὐ γὰρ εἰς τέσσαρας τροπὰς ἡ θεία γραφὴ τὸν ἐνιαυτὸν διαιρεῖ, ἀλλ’ εἰς δύο τὰς γενικωτάτας, χειμῶνα καὶ θέρος· ἑπτὰ οὖν τοιαῦτα τμήματα τρία καὶ ἥμισυ ἔτη πληροῖ· τοσοῦτον δέ, φησίν, ἐν τῇ συμφορᾷ διατελέσεις χρόνον· ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν. ἐπειδὴ γὰρ ὀνειροπολεῖς εἶναι θεός, μᾶλλον δὲ καὶ κρείττων θεοῦ, ἀφαιρεῖταί σου ὁ θεὸς καὶ τὸν ἀνθρώπινον λογισμὸν καὶ τοῖς θηρίοις σε ἐοικέναι ποιήσει, ἵνα τῇ πείρᾳ μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ θεός, καὶ τί μὲν ἀνθρωπίνη εὐκληρία, τί δὲ θεία βασιλεία, καὶ ὅτι ταύτης τυχεῖν ἀδύνατον μὴ βουλομένου θεοῦ.