Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24.1
Not analysed yet
ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. πρὸ τῶν ἄλλων ἁπάντων ἐπισημήνασθαι δεῖ, ὅτι τοῦ προφήτου ἐν τῇ προσευχῇ τῷ θεῷ λέγοντος περί τε τοῦ λαοῦ καὶ τῆς ἱερουσαλήμ · ὁ λαός σου καὶ ἡ πόλις σου καὶ τὸ ἅγιόν σου. ἀντιστρέφων ὁ θεὸς λέγει τῷ δανιήλ · ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου. ὥσπερ οὐκ ἀξιῶν τὸν λαὸν ἑαυτοῦ καλεῖν τὸν πάλαι αὐτοῦ ὠνομασμένον λαόν, οὔτε μὴν τὴν πόλιν τὴν ὡσαύτως αὐτοῦ πάλαι προσαγορευομένην. τοῦτο δὲ καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε μωυσέως. ἡνίκα γὰρ τὸν μόσχον τεκτηνάμενοι τὸ θεῖον αὐτῷ προσήνεγκαν σέβας, ἔφη τοίνυν πρὸς τὸν προφήτην ὁ θεός· σπεῦσον, κατάβηθι τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐξ αἰγύπτου . φησὶ τοίνυν ὁ θεὸς πρὸς αὐτὸν διὰ τοῦ ἀρχαγγέλου, ὅτι τὴν δέησίν σου δεξάμενος, καὶ οἰκοδομηθῆναι τὴν ἱερουσαλὴμ συγχωρήσω, καὶ τὸν λαόν σου τῆς ἐπανόδου τυχεῖν κελεύσω. μετὰ δὲ τὴν τῆς ἱερουσαλὴμ οἰκοδομίαν, διαρκέσουσιν ἐπὶ τετρακόσια καὶ ἐννενήκοντα ἔτη κατὰ νόμον πολιτευόμενοι· τοσοῦτον γὰρ αἱ ἑβδομήκοντα ἑβδομάδες ποιοῦσι χρόνον, ἡμέρας ἑκάστης εἰς ἐνιαυτὸν λαμβανομένης. ἐπειδὴ γὰρ ἑβδομηκονταέτει χρόνῳ τὴν αἰχμαλωσίαν αὐτῶν περιώρισεν ἑπτάκις, εἰς ἑαυτὸν τοῦτον ἀνελίξας τὸν χρόνον τὴν κατὰ νόμον πολιτείαν περιορίζει. ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν, ἀντὶ τοῦ ἐδοκιμάσθησαν καὶ ἐκρίθησαν· οὕτω γάρ τινες τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν· ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν. ἀντὶ τοῦ ἕως ἂν αὐξηθῇ αὐτῶν τὸ δυσσεβὲς τόλμημα, καὶ τέλος λάβη ἡ ἁμαρτία. λέγει δὲ ἁμαρτίαν τελειουμένην, καὶ παράπτωμα παλαιούμενον, εἴτ’ οὖν αὐξανόμενον, καὶ εἰς ἔσχατον ἀφικνούμενον, τὸν κατὰ τοῦ κυρίου, τολμηθέντα σταυρόν. πρὸ μὲν γὰρ τούτου μυρία τετολμηκότες κακὰ ἔδοσαν μὲν δίκας, καὶ ἔτισαν τιμωρίας ὑπὲρ ὧν ἐπλημμέλησαν, ἀλλὰ πάλιν συγγνώμης ἀπολαύσαντες φιλανθρωπίας ἠξιώθησαν· μετὰ δὲ τὴν κατὰ τοῦ δεσπότου μανίαν καὶ τὸν τολμηθέντα σταυρόν, οὐδεμιᾶς ἔτυχον ἀνακλήσεως, ὡς αὐτὰ βοᾷ τὰ πράγματα· ἀλλὰ πλειόνων ἢ τεσσαράκοντα καὶ τετρακοσίων διαδραμόντων ἐτῶν σποράδες μεμενήκασι, καὶ τῆς οἰκουμένης μέτοικοι. διὰ τοῦτό φησι τῷ μακαρίῳ δανιὴλ ὁ ἅγιος ἀρχάγγελος· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν. καὶ ἐπειδὴ ἔμελλεν ὁ δεσπότης χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τῶν ἁμαρτημάτων δωρεῖσθαι τὴν ἄφεσιν, ὡς καὶ ὁ μακάριος ἰωάννης ἐβόα λέγων· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰκότως ἐπήγαγε· καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ τοῦ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας. ἀπήλειψε μὲν γὰρ τὰς ἀνομίας τῶν εἰς αὐτὸν πεπιστευκότων, ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ᾗ φησιν ὁ μακάριος παῦλος. ἐσφράγισε δὲ τὰς ἁμαρτίας παύσας μὲν τὴν κατὰ νόμον πολιτείαν, τὴν δὲ τοῦ πνεύματος δωρησάμενος χάριν, ὑφ’ ἧς βοηθούμενοι περιγίνονται τῶν παθῶν οἱ πνευματικῶς πολιτευόμενοι. οἷς προστέθεικε· καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον. δικαιοσύνη δὲ αἰώνιος κυρίως ἐστὶν αὐτὸς ὁ δεσπότης χριστός. περὶ γὰρ αὐτοῦ φησιν ὁ μακάριος παῦλος· ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. καὶ περὶ τοῦ εὐαγγελίου δὲ ῥωμαίοις ἐπιστέλλων ἔφη, ὅτι δικαιοσύνη θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. ἐπειδὴ φιλοτιμίᾳ χρησάμενος, καὶ τὴν πρόξενον τῆς αἰωνίου ζωῆς δικαιοσύνην τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐχαρίσατο, ἣν καὶ αἰτεῖν προσευχομένοις παρεκελεύσατο· αἰτεῖτε ,λέγων, τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ. ἀναγκαίως εἶπεν ὁ ἅγιος γαβριήλ · καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον. προστέθεικε δέ· καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην· τουτέστι, τοῦ δοῦναι μὲν τέλος ἁπάσαις ταῖς προφητείαις· τέλος γὰρ νόμου χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι· παῦσαι δὲ λοιπὸν τὴν προφητικὴν χάριν ἀπὸ τοῦ ἰουδαίων ἔθνους. εἰ γὰρ μὴ ἐπιφανεὶς ὁ δεσπότης χριστὸς πεποίηκέ τε καὶ πέπονθεν, ἅπερ οἱ προφῆται προεῖπον, οὐκ ἂν ἐδείχθη τῶν προφητῶν ἡ ἀλήθεια. πληροῖ τοίνυν καὶ οἱονεὶ σφραγίζει καὶ βεβαῖοι τὰ ὑπὸ τῶν προφητῶν προρρηθέντα, ποιῶν ἅπαντα καὶ πάσχων τὰ ὑπ’ ἐκείνων χρησμῳδηθέντα. τούτοις πάλιν προστέθεικε· καὶ τοῦ χρίσαι ἅγιον ἁγίων. τίς δὲ οὗτός ἐστιν ὁ τῶν ἁγίων ἅγιος; εἰπάτωσαν ἰουδαῖοι· εἰ δὲ ἀγνοοῦσι, παρ’ ἡμῶν μαθέτωσαν, ὡς αὐτός ἐστιν ὁ δεσπότης χριστός, διὰ μὲν ἡσαίου προλέγων· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με κύριος. ὑπὸ δὲ τοῦ δαβὶδ μαρτυρούμενος, ὅτι ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν, καὶ διὰ τοῦτο ἐχρίσθη ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὑτοῦ. μαρτυρεῖ δὲ καὶ ὁ μακάριος πέτρος ,τῶν ἀποστόλων ὁ κορυφαῖος, λέγων· ἰησοῦν τὸν ἀπὸ ναζαρὲτ ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν, καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ’ αὐτοῦ. διδάσκεται τοίνυν ὁ μακάριος δανιὴλ ὁ προφήτης, ὅτι τετρακοσίων καὶ ἐννενήκοντα ἐτῶν χρόνον ἔδοξε παρασχεθῆναι τῇ ἱερουσαλὴμ εἰς τὸ τῶν θείων συνήθως δωρεῶν ἀπολαύειν, ἕως ἂν ἐκεῖνο τὸ ἀνόσιον καὶ φρικῶδες τολμήσῃ τόλμημα, τὸν κατὰ τοῦ σωτῆρός φημι σταυρόν, ὃς ἅγιος ἁγίων ὀνομαζόμενος, ἅτε δὴ ἁγιωσύνης ὑπάρχων πηγή, χρίεται μὲν κατὰ τὸ ἀνθρώπειον τῷ ἁγίῳ πνεύματι, σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς προφητείας, πληρῶν ἅπαντα τὰ ὑπ’ ἐκείνων προηγορευμένα, ἄφεσιν δὲ ἁμαρτημάτων τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται. εἶτα διδάσκει ὁ θεῖος ἀρχάγγελος, πόθεν ἄρξασθαι δεῖ τοῦ τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμοῦ.