Ancient Greek · ~26 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 25.1
Not analysed yet
καὶ γνώσῃ ,φησί, καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι. καὶ τοῦ οἰκοδομηθῆναι ἱερουσαλήμ, ἕως χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο. τινὲς μὲν οὖν ὑπολαμβάνουσι τὴν ἐπὶ κύρου γενομένην τῆς οἰκοδομίας ἀρχήν, ἀρχὴν εἶναι τοῦ τῶν ἑβδομάδων ἀριθμοῦ, τινὲς δὲ ἀπὸ ἕκτου ἔτους τῆς βασιλείας δαρείου τοῦ ὑστάσπου τοῦ ἀριθμοῦ ἄρχονται· τηνικαῦτα γὰρ ἡ τοῦ ναοῦ οἰκοδομία τέλος ἔλαβε τὸ προσῆκον, τῶν περιοίκων διὰ τὴν πρὸς ἰουδαίους δυσμένειαν ἐμποδὼν τῇ οἰκοδομίᾳ ἐν τῷ μέσῳ χρόνῳ γεγενημένων, καὶ καμβύσου δὲ τοῦ υἱέως κύρου ὑπὸ τούτων ἐξαπατηθέντος καὶ τὴν οἰκοδομίαν κωλύσαντος. ἀλλ’ οὐδὲν τούτων ἔχει τὸ ἀληθές. πρῶτον μὲν γὰρ πλειόνων ἐτῶν ἀριθμός, εἴ τις ἐντεῦθεν ἀριθμῆσαι θελήσειεν, εὑρεθήσεται· ἔπειτα οὐκ ἔστιν εὑρεῖν ἐπ’ ἄλλου ἐξάλειψην ἁμαρτημάτων γεγενημένην καὶ ἄφεσιν ἀδικημάτων καὶ δικαιοσύνης αἰωνίου δόσιν καὶ πλήρωσιν τῶν προφητικῶν θεσπισμάτων καὶ ἁγίου ἁγίων χρίσιν ἢ ἐπὶ μόνου τοῦ δεσπότου χριστοῦ. εἰ δ’ οὕτως ταῦτα ἔχει, καὶ συνομολογοῦσιν οἱ τὸν ἀριθμὸν τῶν ἑβδομάδων οὕτω ποιεῖσθαι κελεύοντες, κάτωθεν ἄνω τὰ τετρακόσια καὶ ἐννενήκοντα ἀριθμήτωσαν ἔτη . εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν ἰορδάνην γεγενημένης, ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἤρξατο, ἀρξάμενοι τοῦ ἀριθμεῖν ἐπὶ τὰ ἄνω χωρήσαιμεν, οὐ μόνον οὐ μέχρι κύρου, ἀλλ’ οὐδὲ ἕως δαρείου τοῦτον εὑρήσομεν φθάνοντα τὸν ἀριθμόν, ἀλλὰ τῷ εἰκοστῷ ἔτει τῆς ἀρταξέρξου τοῦ ξέρξου βασιλείας συμπληρούμενον, καθ’ ὃν καιρὸν ὁ νεεμίας οἰνοχόος ὢν τοῦδε τοῦ βασιλέως ζῆλον ἀναλαβὼν καὶ τὸν θεὸν ἀντιβολήσας καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῷ τὴν τῶν περιβόλων τῆς ἱερουσαλὴμ οἰκοδομίαν, τυχὼν δὲ εὐμενοῦς τοῦ βασιλέως καταλαμβάνει μὲν τὴν πατρίδα σὺν πάσῃ δὲ προθυμίᾳ καὶ τὰ λείποντα τῷ θείῳ προστίθησι νεῷ· ἀνίστησι δὲ καὶ τὰ τῆς πόλεως τείχη, καὶ πύργοις πάντοθεν ὀχυρώσας ἐπιτίθησι τὰς πύλας καὶ προτρέψας τοὺς ἱερέας ἔρημον οὖσαν τῶν οἰκητόρων τὴν πόλιν πλήρη τῶν ἐνοικούντων ποιεῖ. τοῦτο καὶ ὁ θεῖος ἀρχάγγελος αἰνιττόμενος ἔφη· καὶ γνώσῃ, καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ ἀνοικοδομηθῆναι ἱερουσαλήμ ,ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτά, καὶ ἑβδομάδες ἑξήκοντα δύο. καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα, καὶ περίτειχος. ἀρξάμενος γάρ φησιν ἀριθμεῖν ἀπὸ τῆς οἰκοδομίας τῆς πόλεως ἀπολαβούσης μὲν τὰ οἰκεῖα τείχη, δεξαμένης δὲ πλῆθος οἰκητόρων, ὡς πλατεῖαν αὐτὴν γένεσθαι διὰ τὸ πλῆθος τῶν ἐνοικούντων, εὑρήσεις ἕως χριστοῦ ἡγουμένου ἑβδομάδας ἑπτὰ καὶ ἑβδομάδας ἑξήκοντα δύο. χριστὸν δὲ ἡγούμενον αὐτὸν πάλιν ὠνόμασεν, ὃν ἅγιον ἁγίων ἐκάλεσεν, ὡς ὁ μακάριος πέτρος ἐν ἰουδαίοις ἔφη δημηγορῶν· τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου. ἡγούμενος δὲ ἡμῶν ἐστι κατὰ τὸ ἀνθρώπειον, ὡς πρωτότοκος πάσης κτίσεως ,τῆς νέας δηλονότι· εἴ τις γάρ φησιν ἐν χριστῷ, καινὴ κτίσις. καὶ ὡς πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ,ᾗ φησιν ὁ παῦλος ἐν πᾶσιν αὐτὸς πρωτεύων. τούτου χάριν αὐτὸν καὶ ὁ ἅγιος γαβριὴλ χριστὸν ἡγούμενον προσηγόρευσεν. ἕως τοίνυν αὐτοῦ ἀπὸ τῆς οἰκοδομίας τῆς ἱερουσαλήμ ,ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο. ἵνα δὲ μὴ μάτην ταῦτα ληρεῖν τινὲς ἡμᾶς ὑπολάβωσιν, φέρε καὶ αὐτῶν τῶν ἐτῶν παραθήσωμεν τὸν ἀριθμόν. οὐκοῦν ἀπὸ μὲν τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας ἀρταξέρξου τοῦ ξέρξου, ἐφ’ οὗ νεεμίας εἰς τὴν ἱερουσαλὴμ ἀφικόμενος ἀνεγεῖραι ἤρξατο τὰ τείχη τῆς πόλεως, ἕως δαρείου τοῦ ἀρσάμου ὃν ἀλέξανδρος ὁ μακεδὼν ἀνελὼν τὴν τῶν περσῶν κατέλυσε βασιλείαν, ἔτη ἐστὶ τέτταρα καὶ δέκα πρὸς τοῖς ἑκατόν· ἀπὸ δὲ ἕκτου ἔτους ἀλεξάνδρου ,ἐν ᾧ δαρεῖος ἀνῃρέθη, ἕως γαίου ἰουλίου καίσαρος αὐτοκράτορος πρώτου ῥωμαίων ἔτη τὰ πάντα τῆς μακεδόνων βασιλείας διακόσια ὀγδοήκοντα δύο· ἀπὸ δὲ τῆς ἀρχῆς ἰουλίου καίσαρος ἕως πεντεκαιδεκάτου ἔτους τιβερίου καίσαρος, ἡνίκα ἰωάννης ὁ βαπτιστὴς ἦλθε παρὰ τὸν ἰορδάνην κηρύσσων βάπτισμα μετανοίας, καὶ βοῶν· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ἔτη ἐστὶν ἑβδομήκοντα τρία. ταῦτα ὁμοῦ συναγόμενα ποιεῖ ἐτῶν ἀριθμὸν τετρακοσίων ἑξήκοντα καὶ ἐννέα· ταῦτα δὲ παρ’ ἑβραιος ἔτη ποιεῖ τετρακόσια ὀγδοήκοντα τρία· τοσαῦτα δὲ ποιοῦσιν αἱ ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδες. εἰδέναι γὰρ χρή, ὡς ἑβραῖοι, κατὰ τὸν τῆς σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν ἕνδεκα ἡμέρας περιττὰς ἀποφαίνουσιν, ἃς καὶ ἡμεῖς ἐμβολίμους καλοῦμεν· ὁ γὰρ τῆς σελήνης δρόμος ἐν εἴκοσι καὶ ἐννέα ἡμέραις καὶ ὥραις ἓξ συμπληροῦται. οὕτω δὲ ἀριθμοῦντες τριακοσίων καὶ πεντήκοντα καὶ τεσσάρων ἡμερῶν ποιοῦσι τὸν ἐνιαυτόν. ἐπειδὴ τοίνυν ὁ ἅγιος ἀρχάγγελος τῷ μακαρίῳ δανιὴλ διαλεγόμενος ἀνδρὶ ἑβραίῳ καὶ διδάσκων αὐτὸν τὸν ἀριθμὸν τῶν ἐτῶν, τὸν συνήθη πάντως ἔλεγεν ἀριθμόν, ἀναγκαίως προσθεῖναι δεῖ τὰ ἀπὸ τῶν ἐμβολίμων συναγόμενα ἔτη· τούτων γὰρ προστιθεμένων τὰ τρία καὶ ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις εὑρεθήσεται ἔτη· τοσαῦτα δὲ συνάγουσιν καὶ αἱ ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδες. διεῖλε δὲ αὐτὰς οὐχ ἁπλῶς, ἀλλὰ πραγμάτων ἐνίων προσημαίνων μεταβολάς. ἀπὸ γὰρ τῆς οἰκοδομίας τῆς ἱερουσαλήμ, ἣ ἐγένετο ἐπὶ νεεμίου καὶ ἔσδρα μέχρις ὑρκανοῦ τοῦ τελευταίου ἐκ τῶν ἀσαμωναίων ἀρχιερέως, ὃν ἀνεῖλεν ἡρώδης, ὁ τῶν δύο καὶ ἑξήκοντα ἑβδομάδων ἀριθμὸς συμπληροῦται· ἀπὸ δὲ τῆς ἐκείνου σφαγῆς, μέχρι τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας καὶ τῆς εἰς τὸν ἰορδάνην ἀφίξεως, αἱ λοιπαὶ ἑπτὰ ἑβδομάδες τὸ τέλος λαμβάνουσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ, μετὰ τὴν ὑρκανοῦ φημὶ ἀναίρεσιν μέχρι τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, παρανόμως λοιπὸν οἱ ἀρχιερεῖς ἐγίνοντο. τοῦ γὰρ νόμου κελεύοντος διὰ βίου τοὺς ἀρχιερέας ἱερεύειν καὶ μετὰ τὴν τελευτὴν τοὺς διαδόχους λαμβάνειν, ἡρώδης καὶ οἱ μετ’ ἐκεῖνον ῥωμαῖοι ὠνητὰς τὰς ἀρχιερωσύνας ποιησάμενοι συχνὰς αὐτῶν ἐποιοῦντο διαδοχάς· ἐνίους δὲ οὐδὲ ἐκ τοῦ ἱερατικοῦ γένους καταγομένους εἰς ἀρχιερωσύνας προεχειρίζοντο. καὶ τοῦτο διδάσκων ἰώσηπος ὁ ἑβραῖος συγγραφεὺς οὕτω φησί· τὴν δὲ βασιλείαν ἡρώδης παρὰ ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ ἀσαμωναίου γένους (οὗτοι δὲ ἦσαν οἱ καλούμενοι μακκαβαῖοι) καθίστησιν ἀρχιερέας, ἀλλά τισιν ἀσήμοις καὶ μόνον ἐξ ἑβραίων οὖσι. καὶ μετ’ ὀλίγα πάλιν οὕτω φησίν· ἔπραξε δ’ ὅμοια τῷ ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἰουδαίων ἀρχιερέων ἀρχέλαός τε ὁ παῖς αὐτοῦ καὶ μετὰ τοῦτον τὴν ἀρχὴν οἱ ῥωμαῖοι παρειληφότες καὶ ἑτέρωθί φησι· βαλέριος δὲ γράτος ,Ῥωμαίων στρατηγός, παύσας ἱερατεύειν ἄνανον ἰσμαὴλ ἀρχιερέα ἀποφαίνει τὸν τοῦ φαβί· καὶ τοῦτον μετὰ πολὺ μεταστήσας ἐλεάζαρον τὸν τοῦ ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα· ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας σίμωνι τῷ καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο ὁ χρόνος καὶ ἰώσηπος ,ὁ καὶ καιάφας διάδοχος ἦν αὐτῷ. ταῦτα διδάσκων καὶ ὁ μακάριος λουκᾶς φησίν· ἔτους πεντεκαιδεκάτου τιβερίου καίσαρος ἐπὶ ἀρχιερέων ἄννα καὶ καιάφα . δύο δὲ ἀρχιερέας κατὰ νόμον γεγενημένους οὐ μεμαθήκαμεν πώποτε. ταῦτα προλέγων ὁ ἅγιος γαβριήλ ·