Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 23-5
Not analysed yet
καὶ ἐλάλησε μετ’ ἐμοῦ, καὶ εἶπε· δανιήλ ,νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν. ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ εὐθύς φησιν ἡνίκα ἤρξω προσεύχεσθαι, δεξάμενος ὁ κοινὸς δεσπότης τὴν ἱκετείαν, καὶ θεασάμενός σου τὴν ἀγαθὴν ἐπιθυμίαν, ἀπέστειλέ με διδάξαι σε τὰ ἐσόμενα. σὺ δὲ ἀκριβῶς πρόσεχε τοῖς λεγομένοις· βαθύτερα γὰρ ἢ κατὰ ἄνθρωπον τὰ λεχθησόμενα. τοῦτο γὰρ λέγει· σύνες ἐν τῇ ὀπτασίᾳ· τουτέστιν αἰνιγματωδῶς ταῦτα λεχθήσεται, καὶ δεῖ σοι κατανοήσεως ἀκριβοῦς εἰς τὸ νοῆσαι ταῦτα. αἰνιγματωδῶς δέ ἐστιν ὅτε τὰ θεῖα λέγεται καὶ γράφεται, ἵνα μὴ πᾶσιν ᾖ δῆλα τὰ τοῖς ἁγίοις ἀποκαλυπτόμενα· οὕτω γὰρ ἂν εὐκαταφρόνητα ἐγεγόνει ὁμοίως ὑπὸ πάντων γνωριζόμενα. ἄνδρα δὲ αὐτὸν ἐπιθυμιῶν καλεῖ, ἢ ὡς νηστείᾳ καὶ κακουχίᾳ ἑαυτὸν ἐκδεδωκότα, καὶ ἀνδρείως κατὰ τῶν τοῦ σώματος ἐπιθυμιῶν ἀνταγωνιζόμενον, ἢ ὡς ἐπιθυμοῦντα γνῶναι καὶ μαθεῖν ἐφιέμενον τὰ τῷ λαῷ συμβησόμενα, ἢ ὅτι ἐράσμιός ἐστι καὶ λίαν ἐπέραστος, τὰς τῆς ἀρετῆς μαρμαρυγὰς ἀφιείς. οὕτω διεγείρας τὸν προφήτην ὁ θεῖος ἀρχάγγελος εἰς τὴν τῶν ῥηθησομένων κατανόησιν, τὴν διδασκαλίαν προσφέρει.