Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26-2
Not analysed yet
εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶαἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας . τίς ἂν πρὸς ἀξίαν τοῦ προοιμίου τὴν σοφίαν θαυμάσειεν; oὐδὲ γὰρ ἐν εὐημερίᾳ ὢν καὶ εὐκληρίᾳ, οὐδὲ κατὰ ῥοῦν τοῦ βίου φερομένου ἀλλ ̓ ἐν καμίνῳ τοσαύτῃ τὸν τῶν ὅλων ὕμνει θεὸν καὶ ἐκάλει αὐτὸν τῶν πατέρων θεὸν καὶ τὴν τοῦ φρονήματος δεικνὺς μετριότητα, καὶ τῶν πατέρων ἀνακηρύττων τὴν ἀρετὴν. ὑμνοῦμεν γάρ σε, φησίν, ὦ δέσποτα, ἡμεῖς οἱ πατέρας ἔχοντες ἐκείνους, ὧν ἠθέλησας κληθῆναι θεός. σὺ γὰρ εἶπας τῷ θεράποντί σου μωυσῇ · ἐγὼ ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ · τοῦτό σου τὸ ὄνομα αἰνετόν ἐστι, καὶ δεδοξασμένον, οὐκ ἐν καιρῷ τινι καὶ χρόνῳ ῥητῷ ἀλλ ̓ εἰς πάντας τοὺς αἰῶνας.