Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24-2
Not analysed yet
περιεπάτουν, φησίν ,ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον. καὶ ταῦτα δὲ ἔμφασιν τῆς ἄκρας αὐτῶν ἔχει φιλοσοφίας. οὔτε γὰρ ᾔτουν φησί τῶν δεινῶν ἀπαλλαγὴνm ἀλλ ̓ ὕμνουν τὸν οὕτω τὰ κατ ̓ αὐτοὺς πρυτανεύσαντα καὶ τῆς καλῆς ταύτης αὐτοὺς ὁμολογίας ἀξιώσαντα. ἔστι δὲ ἰδεῖν ἐοικότα τοῖς νέοις τὰ παλαιά. καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι πέτρος καὶ ἰωάννης ὑπὸ τῆς τῶν φαρισαίων αἰκισθέντες συμμορίας ἐξῆλθον χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ἀτιμασθῆναι. καὶ ὁ θειότατος δὲ παῦλος σὺν τῷ σίλᾳ μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενεχθείσας δεσμωτήριον οἰκοῦντες καὶ ποδοκάκῃ προσδεδεμένοι κατὰ τὸ μεσονύκτιον, φησί προσευχόμενοι ὕμνουν τὸν θεόν οὕτω καὶ οἱ μακάριοι παῖδες οὗτοι ἐν καμίνῳ χορεύοντες τὸν θεῖον ὕμνον διετέλουν ὑφαίνοντες. καὶ πρῶτον μὲνὁ ἀζαρίας στόμα κοινὸν γενόμενος καὶ ὑπὸ τῶντῆς φλογὸς κυμάτων περικλυζόμενος, ἀνοίξας, φησί, τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν