Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26.1
Not analysed yet
ἀλλὰ τὸ κριτήριον, φησίν, ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους. τοῦτο δὲ καὶ ὁ μακάριος ἡμᾶς σαφῶς ἐδίδαξε παῦλος . εἰρηκὼς γὰρ ἐκεῖνα ἃ προειρήκαμεν, προσέθηκε καὶ ταῦτα· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστὶν ἡ παρουσία, κατ’ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· δεῖ τὸ κατέχον ἄρτι ἐκ μέσου γενέσθαι. σβεσθήσεται γὰρ ἡ κατέχουσα πλάνη, καὶ λήξει ἡ τῶν εἰδώλων ἐξαπάτη, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. τοῦτο δὲ καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη. κηρυχθήσεται γὰρ τὸ εὐαγγέλιον εἰς πάντα τὰ πέρατα τῆς γῆς εἰς μαρτύριον αὐτοῖς, καὶ τότε ἥξει τὸ τέλος. ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος παῦλος διδάσκει θεσσαλονικέας, καὶ δι’ ἐκείνων ἅπαντας τοὺς τῆς εὐσεβείας ἐραστάς, ὅτι μὴ νομίσητε νῦν φανήσεσθαι τὸν τῆς ἀληθείας ἐχθρόν· δεῖ γὰρ πρότερον σβεσθῆναι τὴν κατέχουσαν τῶν εἰδώλων πλάνην, καὶ κρατυνθῆναι τῶν εὐαγγελίων τὸ κήρυγμα, εἶθ’ οὕτως ἀποκαλυφθῆναι τὸν ἄνομον. εἶτα ὑποδείκνυσιν αὐτοῦ καὶ τὸν ὄλεθρον· ὃν ὁ κύριος, φησίν, ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. ἔπειτα δείκνυσι καὶ τίνα τρόπον ἐπιφαίνεται· οὗ ἐστι, φησίν, ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ. μιμήσεται γὰρ ὁ διάβολος τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν· καὶ καθάπερ ὁ κύριος δι’ ἀνθρωπείας φύσεως ἐπιφανείς, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν· οὕτω καὶ ὁ διάβολος, ἄξιον ὄργανον τῆς ἑαυτοῦ πονηρίας λαβών, δι’ αὐτοῦ τὴν οἰκείαν ἐνέργειαν ἐπιδείξεται, ψευδέσι σημείοις καὶ τέρασι, καὶ φαντασίᾳ θαυμάτων, τοὺς ῥαθύμους τῶν ἀνθρώπων ἐξαπατῶν. καὶ διδάσκων τί δήποτε ταῦτα συγχωρεῖ γενέσθαι ὁ τῶν ὅλων θεός, ἐπήγαγεν· ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτούς, τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ. ταὐτὸ δὲ τοῦτο καὶ ὁ κύριος πρὸς ἰουδαίους ἔφη· ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, κἀκεῖνον λήψεσθε. ταῦτα δὲ διδάσκων ὁ ἄγγελος τῷ δανιὴλ ἔφη, ὅτι λόγους πρὸς τὸν ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ, καὶ καιρῶν, καὶ ἥμισυ καιροῦ· καὶ τὸ κριτήριον ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους. ὁρᾶτε πῶς τὰ αἰνιγματωδῶς ὑπὸ τοῦ ἀγγέλου ἡρμηνευμένα σαφῶς ὁ μακάριος ἐδίδαξε παῦλος . καὶ ὁ κύριος δὲ τὰς κατὰ τῶν ἁγίων ἐπαναστάσεις προσημαίνων, ἔλεγεν· ἔσται θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ’ οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. εἶτα συμβουλεύσας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ δι’ ἐκείνων πᾶσιν ἀνθρώποις, μὴ ἐξαπατᾶσθαι τοῖς λέγουσιν ὧδε εἶναι ἢ ἐκεῖ τὸν χριστόν, οὐκέτι γὰρ κρύβδην καὶ λάθρα, ἀλλ’ ἀναφανδὸν μετὰ δόξης φανήσεται, ἐπήγαγε τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς, καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων τῶν οὐρανῶν ἕως ἄκρου αὐτῶν. ταῦτα καὶ τῷ δανιὴλ προλέγων ὁ ἄγγελος ἐπήγαγεν οἷς ἤδη εἶπε·