Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 25-4
Not analysed yet
καὶ λόγους φησὶ πρὸς τὸν ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει, καί, ὡς ἔνια τῶν ἀντιγράφων ἔχει ταπεινώσει· καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον. τοσαύτῃ γάρ φησι λύσσῃ χρήσεται καὶ μανίᾳ, ὡς ἀλαζονικοὺς μὲν καὶ βλασφήμους λόγους ἀκοντίσαι κατὰ τοῦ ὑψίστου θεοῦ, πᾶν δὲ εἶδος τιμωρίας τοῖς εὐνοϊκῶς αὐτῷ δουλεύουσι καὶ ἁγιωσύνης μετέχουσιν ἐπαγαγεῖν· ὑποτοπήσει δέ, ὡς καὶ παντάπασι καταλύσει τὴν κρατοῦσαν εὐσέβειαν, καὶ τὴν ἀρίστην αὐτῆς πολιτείαν ἀμείψει. τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· τουτέστι, τὴν κατ’ ἐκεῖνον τὸν καιρὸν κατέχουσαν πολιτείαν. εἶτα ἐπάγει· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ. τουτέστι, συγχωρήσει ἡ τοῦ θεοῦ προμήθεια· καὶ δεικνὺς τῆς τῶν κακῶν ἐκείνων ἀωρίας χρόνον· οὐ γὰρ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, καὶ ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα· εἰρηκώς· δοθήσεται ἐν χειρὶ αὐτοῦ, ἐπήγαγεν ἕως καιροῦ, καὶ καιρῶν, καὶ ἥμισυ καιροῦ. τοῦτο δὲ σαφέστερον ἐν τῷ τέλει τῆς προφητείας ἡμᾶς ἐδίδαξεν. ἀπὸ καιροῦ γάρ φησι παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα. καιρὸν οὖν, καὶ καιρούς, καὶ ἥμισυ καιροῦ, τρία ἥμισυ ἔτη λέγει, ἃ τὸ κέρας ἐκεῖνο τὸ λαλοῦν μεγάλα κρατήσει.