Ancient Greek · ~14 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 28.1
Not analysed yet
καὶ ἡ βασιλεία, καὶ ἡ ἐξουσία, καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος. καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσι καὶ ὑπακούσονται· ἕως ὧδε τὸ πέρας τοῦ λόγου. τουτέστι, πάντων τῶν τοῦ βίου πραγμάτων τοῦτο τὸ τέλος· τὸ παύσασθαι μὲν ἁπάσας τῆς γῆς τὰς βασιλείας, δοθῆναι δὲ τοῖς τοῦ ὑψίστου ἁγίοις τὴν αἰώνιον βασιλείαν· βασιλεύοντας δὲ ὑπακούειν αὐτῷ καὶ δουλεύειν εὐνοϊκῶς· αἰώνιος γὰρ αὐτοῦ ἡ βασιλεία, καὶ τὸ τέλος οὐ δεχομένη. τούτων ἀκούσας, φησίν, ἐγὼ δανιὴλ δέους ἐνεπλήσθην πολλοῦ, ὡς μήτε τοὺς λογισμοὺς ἡσυχάζειν ἐν ἐμοί, ἀλλὰ κυκᾶσθαι, καὶ διηνεκῶς ταράττεσθαι, καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέξασθαι. ἀλλ’ ὅμως οὐκ ἔκπυστα πεποίηκα τὰ ὑποδειχθέντα μοι μυστήρια, ἀλλ’ ἐν τῇ καρδίᾳ τηρῶν αὐτὰ διετέλουν. ὁ μὲν οὖν μακάριος δανιὴλ ταῦτα ἡμᾶς ἐδίδαξεν. ἐγὼ δὲ τῶν ἰουδαίων κατηγορίαν ἐπὶ τοῦ παρόντος ἀφεὶς, θαυμάζω κομιδῇ τῶν τῆς εὐσεβείας διδασκάλων τινὰς μακεδονικὴν βασιλείαν τὸ τέταρτον θηρίον ἀποκαλέσαντας· ἔδει γὰρ αὐτοὺς συνιδεῖν, πρῶτον μέν, ὅτι τὸ τρίτον θηρίον τέσσαρας εἶχε κεφαλάς, ὃ σαφῶς ἐδήλου τὴν γεγενημένην μετὰ τὴν τοῦ ἀλεξάνδρου τελευτὴν τῆς βασιλείας εἰς τέσσαρα μέρη διαίρεσιν· ἔπειτα δὲ προσέχειν ἔδει, ὡς καὶ τὸ τέταρτον θηρίον δέκα κατὰ ταὐτὸν κέρατα ἔσχεν, ὡς τὸ μικρὸν κέρας τρεῖς ἐκριζῶσαι τῶν πρὸ αὐτοῦ· τέσσαρες δὲ ἀλλ’ οὐ δέκα βασιλεῖς τὴν ἀλεξάνδρου βασιλείαν διεδέξαντο. καὶ ἵνα τὰ ἄλλα καταλιπὼν ἐπὶ τὸ τέλος ἔλθω, ἔδει καὶ τοῦτο συνιδεῖν, ὅτι μετὰ τοῦ τετάρτου θηρίου τὴν ἀναίρεσιν τοῖς ἁγίοις τοῦ ὑψίστου τὴν βασιλείαν ἔφη δοθήσεσθαι. διὸ καὶ τὸ κριτήριον ἐκάθισεν· οἱ δὲ ἅγιοι τοῦ ὑψίστου οὐ μετὰ ἀντίοχον τὸν ἐπιφανῆ τὴν βασιλείαν ἐδέξαντο. εἰ δὲ καὶ ἰσχύν τινα ἔλαβον οἱ μακάριοι μακκαβαῖοι, ἀλλ’ οὐκ ἐπὶ πλεῖστον. ὁ μὲν γὰρ ἰούδας τρία ἐστρατήγησεν ἔτη· ὁ δὲ ἰωνάθαν ἐννεακαίδεκα· ὁ δὲ σίμων ὀκτώ, καὶ οἱ ἄλλοι δὲ ἵνα μὴ καθ’ ἕκαστον διεξιών, μῆκος ἐργάσωμαι τῷ λόγῳ, ὀλίγον τινὰ κρατοῦντες χρόνον, ἢ τῷ θανάτῳ ἐσβέννυντο, ἢ περιστάσεσί τισι ζῶντες τῆς ἡγεμονίας ἐστέρηντο. ἄλλως τε δὲ οὔτε πάντες ἅγιοι οὗτοι· ἔνιοι γὰρ καὶ πονηροὶ ἐν αὐτοῖς γεγένηνται· ἵνα δὲ καὶ θῶμεν πάντας αὐτοὺς ἁγίους εἶναι, τούτους ἡρώδης καταλύσας ἁπάσης βασιλεὺς ἀνεδείχθη τῆς ἰουδαίας. πῶς τοίνυν ἀληθὲς τὸ ὑπὸ τοῦ ἀγγέλου εἰρημένον, ὅτι μετὰ τὴν τοῦ κέρατος ἐκείνου κατάλυσιν ἡ βασιλεία, καὶ ἡ ἐξουσία, καὶ μεγαλωσύνη, τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, ἐδόθη ἁγίοις ὑψίστου, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος. τούτων γὰρ οὐδὲν ἁρμόττει τοῖς μακκαβαίοις. οὔτε γὰρ βασιλείαν ἐπιστεύθησαν, ἀλλὰ στρατηγοῦντες ἐνίκων, καὶ ταχὺ τέλος ἐδέξαντο. λείπεται τοίνυν τὴν ῥωμαϊκὴν βασιλείαν νοεῖν τὸ τέταρτον θηρίον. ἐν γὰρ τῷ ταύτης τέλει, οἱ μὲν δέκα βασιλεῖς κατὰ ταὐτόν ἀναστήσονται, ὁ δὲ πάσης πονηρίας δημιουργὸς καὶ διδάσκαλος ἔσχατος ἀναφανήσεται, ἐκεῖνα ποιῶν τε καὶ πάσχων, ἃ ἐδιδάχθημεν. μετὰ δὲ τὴν ἐκείνου κατάλυσιν, ἡ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀναφανήσεται παρουσία, καὶ τὸ πάντων ἀνθρώπων γενήσεται κριτήριον, καὶ ἀνοιγήσονται μὲν αἱ βίβλοι, τῶν ἑκάστῳ βεβιωμένων αἱ μνῆμαι. παραδοθήσεται δὲ πυρὶ τὸ τοῦ θηρίου σῶμα, τουτέστιν, μὲν τῆς ψυχῆς ἀφελόμενοι τὸ κράτος, τῷ δὲ σώματι τὴν ἐξουσίαν προσνείμαντες, καὶ σαρκικῷ φρονήματι διὰ βίου χρησάμενοι. ἀποδώσει δὲ ὁ δίκαιος κριτὴς τοῖς ἁγίοις τὴν βασιλείαν, βοῶν· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα, σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.