Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 27-3
Not analysed yet
ἐκ προσώπου μου ἐτέθη δόγμα ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου, εἶναι πάντας τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ θεοῦ δανιήλ. βούλομαί φησι πάντας ἀνθρώπους τοὺς ὑπὸ τὴν ἐμὴν τελοῦντας ἐξουσίαν, τὸν τοῦ δανιὴλ προσκυνεῖν θεόν, καὶ μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλὰ μετὰ δέους καὶ φρίκης προσφέρειν αὐτῷ τὴν προσκύνησιν. καὶ τὴν αἰτίαν ἐπάγων φησίν· ὅτι αὐτός ἐστι θεὸς ζῶν, καὶ μένων εἰς τοὺς αἰῶνας. διαρκὴς γάρ ἐστι, καὶ τροπὴν οὐδεμίαν δεχόμενος, καὶ ἀεὶ ὡσαύτως ἔχει, καὶ εἰς τοὺς αἰῶνας διαμένει. τούτοις ἐπάγει