Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26-5
Not analysed yet
ταῦτα θεασάμενος δαρεῖος ὁ βασιλεὺς ἔγραψε πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ. ἀνόσιον ἡγησάμενος τοσαύτην κρύψαι θαυματουργίαν, καὶ μὴ πάντας ἀνθρώπους κοινωνοὺς τῆς εὐσεβείας λαβεῖν. γράφει τοίνυν οὕτως· εἰρήνη ὑμῖν πληθυνθείη ,τουτέστι γένοιτο ὑμᾶς διαπαντὸς εἰρήνης ἀπολαύειν. ἔοικε δὲ τοῦτο τῇ παρ’ ἡμῶν γινομένῃ προσηγορίᾳ· καὶ γὰρ ἡμεῖς ἐπιστέλλοντες προγράφειν εἰώθαμεν τό· ἐν κυρίῳ χαίρειν. εἶτα διηγεῖται τὸ ἐπωφελὲς καὶ ἐπικερδὲς διήγημα.