Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 28-2
Not analysed yet
καὶ πάντα σου, φησί ,τὰ ἔργα ἀληθινὰ καὶ εὐθεῖαι αἱ ὁδοί σου καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναὶ καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν ἱερουσαλὴμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες πάντα ἐφ’ ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν . τὴν αὐτὴν μὲν διάνοιαν ἅπαντα ἔχει τὰ εἰρημένα διαφόρως δὲ αὐτὰ εἴρηκε τὴν δικαίαν τοῦ θεοῦ κρίσιν ὑμνῶν καὶ χώραν οὐδεμίαν τῇ ἀχαριστίᾳ διδούς. διὰ τοῦτο καὶ τῆς ἱερουσαλὴμ μνημονεύσας καὶ ἁγίαν αὐτὴν ὀνομάσας καὶ τῶν πατέρων ἐκείνων τῶν ἐκλεκτῶν πόλιν προσαγορεύσας, εὐθὺς τὴν τῆς τιμωρίας αἰτίαν ἐπήγαγε·