Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 29-2
Not analysed yet
ταῦτα πάντα, φησίν ἐπήγαγες ἐφ ̓ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. ὅτι ἡμάρτομεν καὶἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ· οὐ γὰρ μάτην, φησί, καὶ ἣν ἀφιέρωσας παρέδωκας πόλιν τοῖς πολεμίοις, καὶ ἡμᾶς εἴασας δορυαλώτους γενέσθαι ἀλλ ̓ ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ πολλὴν δὲ ἔμφασιν ἔχει τὸ ἀπὸ σοῦ, ἀντὶ τοῦ τοῦ ποιητοῦ καὶ δημιουργοῦ τοῦ ἀγαθοῦ δεσπότου τοῦ τροφέως καὶ φύλακος τοῦ τῆς αἰγυπτίων δουλείας ἀπαλλάξαντος τοῦ θάλατταν τεμόντος τοῦ δι ̓ ἀβύσσου ποδηγήσαντος τοῦ πέτραν ξηρὰν ὠδῖσι πληγῶν κατακλύσαντος τοῦ τὰ ἄλλα πάντα ἀνάγραπτα ἀγαθὰ χορηγήσαντος. ἡμάρτομεν τοίνυν ἀποστάντες ἀπὸ σοῦ. καὶ ἐξημάρτομεν ἐν πᾶσιν . οὐ γὰρ τόδε ἢ τόδε παρέβημεν, ἀλλὰ πάντα σου τὰ προστάγματα.