Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 28-5
Not analysed yet
καὶ σημεῖα δὲ ποιεῖ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. ἔστι δὲ ἰδεῖν αὐτοῦ τὰς θαυματουργίας, τάς τε ἐν τῷ οὐρανῷ γινομένας, καὶ τὰς ἐπὶ τῆς γῆς, δι’ ὧν τὴν ἑαυτοῦ δείκνυσι δύναμιν. ταύτην ἡμῖν καὶ ἐπὶ τοῦ παρόντος ὑπέδειξεν· ἐξεῖλατο γάρ φησι τὸν δανιὴλ ἐκ στόματος τῶν λεόντων, καὶ τῶν λιμῷ καὶ θυμῷ τεθηγμένων θηρίων ἀπέφηνε κρείττονα. ἡ μὲν οὖν ἐπιστολὴ ταῦτα τὴν οἰκουμένην δεδίδαχε. τὸ δὲ τοῦ διηγήματος τέλος περιέχει, ὅτι κατηύθυνε δανιὴλ ἐν τῇ βασιλείᾳ δαρείου καὶ ἐν τῇ βασιλείᾳ κύρου τοῦ πέρσου· τουτέστιν, ἐν ἑκατέρᾳ βασιλείᾳ διαλάμπων διετέλεσε, καὶ ἐν πᾶσι διαπρέπων. ἡμᾶς δὲ προσήκει τῆς εὐσεβείας μεμαθηκότας τὴν δύναμιν, ταύτην προαιρεῖσθαι, καὶ πάντων αὐτὴν προτιθέναι, καὶ μηδεμιᾷ περιστάσει παραχωρεῖν· ἀλλὰ κἂν ἅπαντες ἄνθρωποι κατὰ ταὐτὸν καθ’ ἡμῶν διὰ ταύτην στρατεύωσι, δέχεσθαι προθύμως τὴν προσβολὴν τῇ ταύτης δυνάμει θαρροῦντας. οὕτω γὰρ καὶ τῶν μακαρίων ἀποστόλων ὁ χορός, ὑπὸ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς οἰκουμένης πολιορκούμενος, ἄμαχος μεμένηκε, καὶ τοὺς πολεμίους ὑπηκόους ἐποιήσατο. οὕτως ὁ μακάριος δανιὴλ ὑπὸ τοσούτων σατραπῶν καὶ τακτικῶν ἐπιβουλευόμενος, ἀμείνων ἀπεφάνθη τῶν πολεμούντων· καὶ ἡνίκα δὲ οἱ δυσμενεῖς νενικηκέναι ᾠήθησαν, τηνικαῦτα πανωλεθρίαν ὑπέμειναν. τοιαῦτα τοίνυν ἔχοντες παραδείγματα, εἰλικρινῆ τὴν περὶ τὸν θεὸν φυλάξωμεν εὔνοιαν, ἵνα τῆς παρ’ αὐτοῦ ῥοπῆς διηνεκῶς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.