Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-7
Not analysed yet
ἐν τῷ πρώτῳ ἔτει βαλτάσαρ ,τοῦ βασιλέως χαλδαίων, δανιὴλ ἐνύπνιον εἶδε καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον ἔγραψε. μέχρι μὲν τούτων τῶν λόγων ὁ μακάριος δανιὴλ ἱστορικώτερον τὴν προφητείαν συνέγραψεν. πρῶτον μὲν γὰρ εὐθὺς ἀρξάμενος τὰ συμβεβηκότα αὐτοῖς δορυαλώτοις γεγενημένοις ἐδίδαξε· προστέθεικε δὲ καὶ ὅσης παρὰ τοῦ θεοῦ τῶν ὅλων κηδεμονίας ἀπήλαυσαν. ἔπειτα διηγήσατο, ἡλίκας ὁ ναβουχοδονόσορ τῆς ὠμότητός τε καὶ ἀλαζονείας ἔδωκε δίκας· μετὰ ταῦτα οἵαν ὁ βαλτάσαρ ἔτισε τιμωρίαν τῶν ἱερῶν καταφρονήσας σκευῶν. τούτου δὲ θείᾳ πληγῇ καταλυθέντος, καὶ εἰς μήδους τῆς βασιλείας μετατεθείσης, τὰ καθ’ ἑαυτὸν καὶ τὸν δαρεῖον συνέγραψε, διδάξας, ὅπως μὲν ἐκεῖνος περὶ αὐτὸν διετέθη, οἵας δὲ αὐτὸς ὑπομείνας ἐπιβουλὰς ὑπό τε τῶν στρατηγῶν καὶ τῶν σατραπῶν, τῆς θείας ἔτυχεν ἀντιλήψεως. ταῦτα οἱονεὶ συγγραφικῶς διηγησάμενος, ἄρχεται λοιπὸν διδάσκειν, ἃς διὰ τῶν ἀποκαλύψεων ἐδιδάχθη προρρήσεις. καὶ πρῶτον μὲν τίθησι τὴν τῶν τεττάρων θηρίων ἀποκάλυψιν, σφόδρα ἐοικυῖαν τῷ τοῦ ναβουχοδονόσορ ἐνυπνίῳ. καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾷ τέτταρας ἐθεάσατο ὕλας, καὶ οὗτος ἀπὸ θαλάττης μιᾶς τέτταρα ἀνιόντα θηρία. ἀλλ’ ἵνα μὴ δὶς τὰ αὐτὰ λέγειν ἀναγκασθῶμεν, τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα· σαφέστερον γὰρ ἐκεῖθεν τοῦτο δειχθήσεται. ἐν τῷ πρώτῳ ἔτει βαλτάσαρ βασιλέως χαλδαίων, δανιὴλ ἐνύπνιον εἶδε καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ. τουτέστι, καθεύδων τήνδε τὴν ἀποκάλυψιν ἐθεάσατο· ἐπειδὴ γὰρ μέλλει καὶ ἃ καὶ μεθ’ ἡμέραν εἶδε συγγράφειν, εἰκότως ἡμᾶς διδάσκει, τίνα μὲν ὄναρ εἶδε, τίνα δὲ ὕπαρ. καὶ τὸ ἐνύπνιον, φησίν, ἔγραψεν. οὐ γὰρ ἠνέσχετο κρύψαι, τὰ θεόθεν αὐτῷ δειχθέντα, ἀλλ’ εἰς ὠφέλειαν ἁπάντων συνέγραψεν. ἀρχὴ λόγων αὐτοῦ καὶ ἀποκριθεὶς εἶπε. τουτέστιν, ἤρξατό φησι τῆς διηγήσεως οὕτως·