Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 28-6
Not analysed yet
καὶ ἐπιστρέψει φησὶν εἰς τὴν γῆν αὑτοῦ ἐν ὑπάρξει πολλῇ. ἀλλ’ ὅμως τότε φησὶν μετὰ πολλοῦ πλούτου καὶ πολλῆς περιουσίας, εἰς τὴν οἰκείαν ἐπαναστρέψει βασιλείαν. καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν. μίαν δὲ λοιπὸν σχήσει σπουδήν, ὥστε καταλῦσαι τὸν ὑπὸ τοῦ θεοῦ τοῖς ἰουδαίοις δεδομένον νόμον. ταῦτα δὲ βουλευσάμενος, καὶ εἰς πέρας ἄξει τὰ βουλεύματα. καὶ ποιήσει γάρ φησι καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὑτοῦ. καὶ τοῦτο δὲ ἡ τῶν μακκαβαίων βίβλος, καὶ ἡ ἰωσήπου ἱστορία διδάσκει.