Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 27-5
Not analysed yet
καὶ ἀμφότεροί φησιν οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν ἐπὶ πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ. ῥωμαῖοι γὰρ ὡς ἰώσηπος ἡμᾶς ὁ ἱστοριογράφος διδάσκει, ταύτην αὐτοῦ μαθόντες τὴν στρατείαν, παρενεγγύησαν ἀποστῆναι τῆς αἰγύπτου· ὅθεν σπεισάμενός φησιν εἰρήνην, καὶ τραπέζης ἐκοινώνησε τῷ πτολεμαίῳ. τὸ δὲ ὕπουλον τῆς φιλίας διδάσκων ὁ τῷ δανιὴλ προσδιαλεγόμενος, καὶ ἀμφότεροί φησιν οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν ἐπὶ πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ. ἀντὶ τοῦ οὐ βεβαία ἔσται ἡ εἰρήνη. ὅτι ἔτι πέρας ἔσται εἰς καιρόν. τουτέστιν αὖθις γὰρ τοῦ καιροῦ τούτου διαδραμόντος, συμπλακήσονται καὶ παρατάξονται.