Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-8
Not analysed yet
ἐν ἔτει τρίτῳ τῆς βασιλείας βαλτάσαρ ὅρασις ὤφθη πρὸς με· ἐγὼ δανιὴλ μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν. ἔτι, φησί, τῆς τῶν χαλδαίων, εἴτ’ οὖν ἀσσυρίων κατεχούσης βασιλείας, ἑτέραν ἀποκάλυψιν εἶδον μετ’ ἐκείνην τὴν προτέραν· δηλοῖ δὲ καὶ ὁ χρόνος τὸ ταύτης νεώτερον· τὴν μὲν γὰρ προτέραν εἶδεν ἐν τῷ πρώτῳ ἔτει βαλτάσαρ, βασιλέως χαλδαίων, ταύτην δὲ ἐν τῷ τρίτῳ. σημαίνει δὲ τὸν χρόνον οὐ μάτην, ἀλλὰ διδάσκων, ὡς πρὸ πολλοῦ χρόνου τοῦ γενέσθαι τὰ πράγματα τὴν τούτων πρόγνωσιν παρὰ θεοῦ τῶν ὅλων ἐδέξατο.